31
ἐνώπιον αὐτῶν, καὶ αἰχμαλωτευθήσῃ ἀπὸ τοῦ τόπου σου εἰς τόπον ἕτερον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσι, διότι οἶκος παραπικραίνων ἐστί. Καὶ σαφέστερα τὰ εἰρημένα ποιῶν ἐπάγει· δʹ- ϛʹ. Καὶ ἐξοίσεις τὰ σκεύη σου, ὡς σκεύη αἰχμαλωσίας ἡμέρας, κατ' ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ἐνώπιον αὐτῶν, ὡς ἐκπο ρεύεται αἰχμάλωτος. ∆ιόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ ἐξελεύσῃ δι' αὐτοῦ ἐνώπιον αὐτῶν. Ἐπ' ὤμων ἀναληφθήσῃ, καὶ κεκρυμμένος ἐξ ελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις, καὶ οὐ μὴ ἴδῃς τὴν γῆν· διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Μίμησαι, φησὶ, πολιορκούμενόν τινα, εἶτα τῆς πόλεως ἁλισκομένης, καὶ φεύγειν ἀναγκαζ όμενον, καὶ διορύττοντα τοῖχον, καὶ ἔξοδον ἐπινο οῦντα, καὶ τὸ πρόσωπον συγκαλύπτοντα, ἵνα μὴ γνώριμος τοῖς ὁρῶσι γένηται· διὰ σοῦ γὰρ βούλομαι ταῦτα ποιοῦντος προσημῆναι τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι τὴν ἐσομένην αἰχμαλωσίαν. Τούτων δὲ ἕκα στον σαφέστερον ἡμᾶς ὁ θεσπέσιος Ἱερεμίας διδά σκει, διηγούμενος ὅπως ὁ Σεδεκίας, τῆς πόλεως ἁλού σης, μετὰ τῶν οἰκείων καὶ τῶν δορυφόρων ἐδραπέ τευσε νύκτωρ, ἔξοδόν τινα μηχανησάμενος διὰ τοῦ κήπου τῶν βασιλείων. Εἶτα διδάσκει ὁ προφήτης, ὡς τῶν εἰρημένων ἕκαστον εἰς πέρας ἤγαγε, ἅτε δὴ θεῖα πληρῶν ἐπιτάγματα. Τούτων δὲ, φησὶν, οὕτω παρ' ἐμοῦ γενομένων, ηʹ-ιαʹ. Ἐγένετο λόγος Κυρίου τοπρωῒ πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οὐκ εἶπε πρὸς σὲ ὁ οἶκος τοῦ Ἰσραὴλ, ὁ οἶκος ὁ παραπικραίνων· Τί σὺ ποιεῖς; Εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος τῷ ἄρχοντι καὶ ἀφηγουμένῳ ἐν Ἱερουσαλὴμ, καὶ παντὶ οἴκῳ Ἰσραὴλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν. Εἰπὲ, ὅτι Ἐγὼ τέρας ποιῶ, ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς, ἐν μετοικήσει καὶ αἰχμαλωσίᾳ πορεύσονται. Ἐρωτώμενος, φησὶ, παρὰ τῶν ἀπειθῶν τούτων καὶ ἀντιτύπων, τῶν ὑπὸ σοῦ γινομένων τὴν αἰτίαν, σαφῶς αὐτοῖς εἰπὲ, ὅτι Τέρας ὑμῖν ἐγώ εἰμι καὶ σημεῖον, διὰ τῶν πραγμά 81.908 των προφητεύων, καὶ ἐν ἐμαυτῷ σκιογραφῶν, τά τε τῷ βασιλεῖ τῆς Ἱερουσαλὴμ, καὶ πᾶσι τοῖς ἄρχουσι συμβησόμενα. ιβʹ. Καὶ ὁ ἄρχων γὰρ αὑτῶν ἐν μέσῳ αὐτῶν ἐπ' ὤμων ἀρθήσεται, καὶ κεκρυμμένως ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι' αὐτοῦ· τὸ πρόσωπον αὑτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμοῖς, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται. Ἀλλ' ὅμως καὶ οὕτω ποιούμενος τὴν φυγὴν, καὶ πάντα μηχανώμενος ὥστε λαθεῖν, συλληφθήσεται παρὰ τῶν πολεμίων. ιγʹ. Καὶ ἐκπετάσω, φησὶ, τὸ δίκτυόν μου ἐπ' αὐτὸν, καὶ συλληφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται, καὶ ἐκεῖ τελευτήσει. ∆ιὰ πάντων ἐδίδαξε τῶν εἰρημένων, ὡς ὀργάνοις κεχρη μένος τοῖς πολεμίοις, δίκας ἀπαιτήσει τῆς ἀσεβείας, καὶ τὸν βασιλέα, καὶ τοὺς ἄρχοντας, καὶ ἅπαν τὸ ὑπήκοον. ∆ίκτυον γὰρ αὑτοῦ τοὺς πολεμίους ἐκάλεσε, καὶ περιοχὴν αὑτοῦ τὴν πολιορκίαν. Ταῦτα δὲ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν, καὶ ὁ μακάριος Ἱερεμίας σαφῶς διδάσκει. Ἱππικὸν γὰρ σύνταγμα πέμψας ὁ Ναβουχοδονόσορ εἰς τὴν καθ' Ἱεριχὼ ἔρη μον, καὶ τὸν Σεδεκίαν καὶ τοὺς σὺν αὐτῷ δραπετεύ σαντας συλλαβὼν, ἤγαγεν εἰς ∆εβλαθὰ, κἀκεῖ τοῦ Σεδεκίου τοὺς παῖδας πρότερον ἀνελὼν, καὶ θεατὴν αὐτὸν ποιήσας τῆς τῶν παίδων σφαγῆς, οὕτως αὐτοῦ τοὺς ὀφθαλμοὺς ἐξώρυξε, καὶ δεσμὰ περιθεὶς ἐκ χαλκοῦ πεποιημένα, εἰς τὴν Βαβυλῶνα ἀπήγαγε, μύλωνα οἰκεῖν ἀναγκάσας. ∆ιὸ καὶ ἡ προφητεία φησὶν, ὅτι "Εἰς Βαβυλῶνα ἀχθήσεται, καὶ αὐτὴν οὐκ ὄψεται." ιδʹ, ιεʹ. Καὶ πάντας, φησὶ, τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἀντιλαμ βανομένους αὐτοῦ, διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν. Καὶ γνώσον ται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις. Ὅσοι δ' ἂν διαφύγωσι τὴν ἐν τῷ πολέ μῳ σφαγὴν, αἰχμαλώτους ἀπαχθῆναι παρασκευάσω, καὶ μετοίκους ἀποφανῶ καὶ σποράδας, ἵνα δι' αὐτῶν μάθωσι τῶν πραγμάτων, ὡς κωφὰ μὲν τὰ εἴδωλα, καὶ παντελῶς μὲν ἀδρανῆ, ἐγὼ δὲ Κύριος καὶ ∆εσπότης. ιʹ. Καὶ ὑπολήψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας, καὶ ἐκ λιμοῦ, καὶ ἐκ θανάτου, ὅπως ἂν ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὑτῶν ἐν τοῖς ἔθνεσιν, οὗ