1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

31

Σίβυλλα δέ, ἐν Ἕλλησιν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν γενομένη προφῆτις, ἐν ἀρχῇ τῆς προφητείας αὐτῆς ὀνειδίζει τὸ τῶν ἀνθρώπων γένος, λέγουσα· Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες, πῶς ταχέως ὑψοῦσθε, βίου τέλος οὐκ ἐσορῶντες, οὐ τρέμετ' οὐδὲ φοβεῖσθε θεόν, τὸν ἐπίσκοπον ὑμῶν, ὕψιστον γνώστην, πανεπόπτην, μάρτυρα πάντων, παντοτρόφον κτίστην, ὅστις γλυκὺ πνεῦμ' ἐν ἅπασιν κάτθετο, χἠγητῆρα βροτῶν πάντων ἐποίησεν; εἷς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος, παντοκράτωρ, ἀόρατος, ὁρῶν μόνος αὐτὸς ἅπαντα, αὐτὸς δ' οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης. τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ' οὐδ' ἀκτίνων κατεναντίον ἡελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες, ἄνδρες ἐν ὀστήεσσι, φλέβες καὶ σάρκες ἐόντες. αὐτὸν τὸν μόνον ὄντα σέβεσθ' ἡγήτορα κόσμου, ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη. αὐτογενής, ἀγένητος, ἅπαντα κρατῶν διαπαντός, πᾶσι βροτοῖσι νέμων τὸ κριτήριον ἐν φαῒ κοινῷ. τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθόν, ὅττι θεὸν προλιπόντες ἀληθινὸν ἀεναόν τε δοξάζειν, αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας, δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν ἅδῃ· τύφῳ καὶ μανίῃ δὲ βαδίζετε, καὶ τρίβον ὀρθὴν εὐθεῖαν προλιπόντες ἀπήλθετε, καὶ δι' ἀκανθῶν καὶ σκολόπων ἐπλανᾶσθε. βροτοὶ παύσασθε μάταιοι ·εμβόμενοι σκοτίῃ καὶ ἀφεγγέϊ νυκτὶ μελαίνῃ, καὶ λίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε. οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει. ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεί· ἡελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει. γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν· εἷς θεὸς ἔστι, βροχάς, ἀνέμους, σεισμοὺς ἐπιπέμπων, ἀστεροπάς, λιμούς, λοιμοὺς καὶ κήδεα λυγρὰ καὶ νιφετούς, κρύσταλλα. τί δὴ καθ' ἓν ἐξαγορεύω; οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει. καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη· Eἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ' ἀνδρὸς ἐκ μηρῶν μήτρας τε θεὸς τετυπωμένος εἶναι. ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν οὐρανὸν ἡέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην, καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου, οὔρεα θ' ὑψήεντα καὶ ἀέναα χεύματα πηγῶν· τῶν τ' ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος. ἕρπετα δὲ γαίης κινούμενα ψυχοτροφεῖται, ποικίλα τε πτηνῶν λιγυρόθροα, τραυλίζοντα,