1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

32

ἐχρῆν, πράττοντος. Ὅθεν καὶ εἰς τὸ μετέπειτα συνεχεῖς καὶ μεγάλοι σφίσι καὶ ἀμφοτέροις ἀνερρώγασι πόλεμοι. Καὶ ταῦτα μὲν ἐπράττετο τῇδε.

λβʹ. Ὅπως ὁ δεσπότης Μιχαὴλ νικᾷ Ῥωμαίους καὶ αἱρεῖ καίσαρα. Ὁ μέντοι γε δεσπότης Μιχαήλ, νῦν μὲν καὶ ἀπὸ τούτων κολουθεὶς τῆς δυνάμεωςπλείστῃ γὰρ ἐχρᾶτο καὶ παρὰ τοῦ τῆς Ἀχαΐας πρίγκιπος τῇ συμμαχίᾳ, ἔτι δὲ καὶ παρὰ τῶν ἀμφὶ τὸν τότε σεβαστοκράτορα Ἰωάννην τὸν Παλαιολόγον μεθ' ὕστερον τὰ πολλὰ κακωθείς, ὡς καὶ ἐν στενῷ καταστῆναι πάμπαν τῶν τε χωρῶν καὶ αὐτῆς τῆς στρατιωτικῆς δυνάμεως, πέμψας πρὸς Μαφρέ, τὸν τῆς Πουλείας ῥῆγα καί γ' ἐπὶ θυγατρὶ γαμβρὸν ἑαυ τοῦ, καὶ πλείστην συμμαχίαν λαβών, παραδίδωσι τὰς δυνάμεις τῷ υἱῷ αὐτοῦ Νικηφόρῳσυμπράττων κἀκεῖνος, ὃς καί, συμβαλὼν περὶ τὴν Τρικό ρυφον τοῖς ἀμφὶ τὸν καίσαρα καὶ μάχην συρράξας δεινήν, πλείστους τε πεσεῖν τῶν Νικαέων παρεσκεύασε, πλείστους τε καὶ ἄλλους οὓς μὲν φονεύσας, 127 οὓς δὲ περισχών, καὶ αὐτὸν αἱρεῖ καίσαρα. Ὡς δ' αὖθις σπονδῶν γενομένων ἐλύετο, τότε μὲν τὰ κατὰ τὴν πόλιν συμπράττει, περὶ ὧν αὐτίκα ῥηθήσεται, ὕστερον δ' αὖθις τοῖς δυτικοῖς προσβαλὼν αἱρεῖται πάλιν καὶ τότε παρὰ τοῦ δεσπότου Μιχαὴλ πρὸς τὸν ῥῆγα Πουλείας τὸν Μαφρὲ ἀποστέλλεται καί γε τῇ παρ' ἐκείνῳ δίδοται φυλακῇ· χρόνῳ δ' ὕστερον τῆς δεσποίνης Ἄννης, ἀδελφῆς οὔσης Μαφρέ, ἀνταμείβεται. Ἀλλὰ ταῦτα μὲν ἐσαῦθις ἐροῦμεν.

129 {ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ∆ΕΥΤΕΡΑ}.

Ὅπως ὁ πατριάρχης Ἀρσένιος ἐν φροντίσιν ἦν περὶ τῆς ἀρχῆς. Ἀρσενίῳ δὲ

τῷ πατριαρχοῦντι νέων ἦρξε φροντίδων ἡ τῆς ἐπὶ τῇ βασιλείᾳ καταστάσεως τοῦ Παλαιολόγου ἀνάγκη, μεγάλη τις οὖσα καὶ ἀπαραίτητος. Πλὴν γὰρ ὀλίγων, καὶ τούτων καιρὸν οὐκ ἐχόντων διὰ τὴν τῶν ἄλλων, πολλῶν καὶ μεγάλων ὄντων, βούλησιν ἐφ' ᾧ ἐπίσχοιεν, φανερῶς οἱ ἄλλοι πάντες μιᾶς βουλῆς ἦσαν καὶ γνώμης, ἀγαπητῶς ἔχοντες, εἰ βασιλεύοιντο ὑπ' ἐκείνῳ· ἀρίστην γὰρ βασιλείαν εἶναι οὐ τὴν ἀπὸ γένους, οὐδέ γε τὴν κληρωτήν, ἣν ὀλίσθῳ τύχης τινὶ ἔστι λαγχάνειν καὶ τὸν ἀνάξιον, εἰς ἣν παρεισφθαρέντες πολλάκις λανθάνουσι καὶ οἱ κάκιστοι, οὓς δὴ καὶ ἀπο δοκιμάσειεν ἂν ὁ ἀγαθὸς ἄρχων καὶ ἐν ὑπηκόων ἐξετάζεσθαι μοίρᾳ, ἀλλὰ τὴν ἐξ ἀρετῆς καὶ δοκιμασίας ἀρίστης ὧν ἄρχειν μέλλει. Αὕτη γὰρ καὶ λυσιτελὴς τοῖς πλήθεσιν, ἐνδόντων τῶν εἰς ἀρχὴν καταστάντων ἐπὶ τίνι καὶ προσεκλήθησαν. Ἰατρὸν γὰρ οὔτε τὸν ἐκ τύχης οὔτε τὸν ἐκ γένους εἰς τὸ ποιεῖν ὑγείαν τοῖς νοσοῦσιν ἀξιόχρεων εἴποιμεν· καὶ εἰ ἐκ γένους τὸν κυβερνή σοντα ἐγκρινοῦμεν, καταποντιστὴν μᾶλλον ἢ κυβερνήτην ἐπιστήσομεν τῇ νηΐ. Κινδυνεύειν δ' οὕτως καὶ τὸν μᾶλλον καθάρσεως, εἴτ' οὖν παιδεύσεως, εἰς τὸ καλῶς βασιλεύειν δεόμενον ἀκάθαρτον εἶναι μάλιστα, ἅμα γεννηθέντα καὶ ἅμα τρυφαῖς καὶ σπατάλαις παραληφθέντα βασιλικαῖς, ἐφεδρευούσης τε κολακείας, ἐκποδὼν δ' οὔσης ἀληθείας καὶ τῶν κακίστων ὡς καλλίστων ὑποκοριζομένων. Ὡς ὁ παλαιὸς λόγος ἔχει, ὅτε καὶ τὸ ἐμμελῶς βήττειν ἀκούειν ἦν ἐκ κολάκων τῷ ἅμα μὲν ἄρχοντι, ἅμα δὲ πάσχοντι, κἄν τις νουθετῶν ὑπογρύξοι, ὡς δύσνους καὶ κάκιστος διεβάλλετο, ὡς τὴν παραί 131 νεσιν πρόσταξιν ἐχόντων. Οἱ δὲ καὶ τὰ γενόμενα δυσχεραίνοντες οὐδὲν ἧττον κολακεύουσιν, ἀποσεμνύνοντες πλέον τοῦ μετρίου τὸν ἄρχοντα, καὶ τὸν τῦφον συναύξουσιν· ἐκεῖνοι δέ, ὥσπερ ἐπὶ σκηνῆς διάφορα προσωπεῖα περιτιθέμενοι, πρὸς τὸ ἀρίστως βασιλεύειν τὸ γένος ἐχέγγυον οἴονται, ὥσπερ ἐν ταῖς πρώταις τῶν σπερμάτων καταβολαῖς βασιλικῶν τινων δυνάμεων εἰς ἀρίστην ἡγεμονίαν ἐνουσῶν. Ταῦτα λέγοντες, ἐπέκειντο πλέον ἰδεῖν τὸν δεσπότην καὶ στεφηφόρον καὶ ἤνυτον, προσαναγκάζοντες συνεχῶς. Ἦν γὰρ καὶ ὁ Παλαιολόγος, ἐντεῦθεν συγκροτηθείς, τὰ αὐτὰ λέγων καὶ ὡς, εἰ μὴ ἄξιος τῆς ἡγεμονίας κριθείη καὶ ὁ ἐξ