Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
γεγόνασιν. Ἐβασίλευσε δὲ ἔτη δύο καὶ τριάκοντα· καὶ δέκα βασιλείας ὑπέταξε καὶ ἐδού λωσε καὶ διακοσίας πόλεις ἐκ τῶν Χριστιανῶν ἔλαβε. Πέντε διαλέκτους χωρὶς τῆς αὑτοῦ ὀρθῶς ὡμίλει· ἑλληνικήν, λατινικήν, ἀραβικήν, χαλδαϊκὴν καὶ περσικήν. Λίαν ᾖν εὐφραινόμενος ὁμιλεῖν καὶ διαλέγεσθαι μετὰ σοφῶν καὶ συνετῶν ἀνδρῶν· διὰ τοῦτο καὶ πατριάρχην κὺρ Γεννάδιον ἠγάπα καὶ ἤκουεν αὐτοῦ καὶ συχνάκις ὡμίλει αὐτῷ. Ἔλεγε δὲ ὅτι ἐκ τῶν ἀστρῶν κινήσεως ἐγνώριζεν, ὅτι βασιλεῖς ἔμελλεν ὑπο τάξαι καὶ πολλοὺς τόπους δουλῶσαι, ὡς καὶ ἐγένετο. καὶ οὕτως μὲν, καθὼς ἱστορήσαμεν κατ' ἐπιτομήν, ἡ ἀρχὴ τοῦ γένους τοῦ ἀμηρᾶ Ὀτθμάνου καὶ τῶν ἐξ αὐτοῦ ἀπογόνων ἄχρι καὶ τοῦ Μεεμέτη ἀμηρᾶ· ἐν ταῖς ζωαῖς αὐτῶν μάχας καὶ πολέμους καὶ νίκας ἐπολιτεύθησαν καὶ ἐποίησαν. Ἡμεῖς δὲ τὴν τῆς ἱστορίας ὁδὸν κατὰ τάξιν αὗθις ἀρξώμεθα.
Ἐντεῦθεν ἀνακάμπτει τὰ τῆς ἱστορίας περὶ τῶν βασιλέων τῆς Ῥωμαίων
ἀρχῆς ὡς ἐν τῶ πρώτῳ κεφαλαίῳ εἰρήκαμεν
XXIV. Ἐν δὲ τῷ Ἰουλίῳ μηνὶ τοῦ #22κα-ου ἔτους ἐξῆλθεν ἀπὸ τῆς Πόλεως ὁ βασιλεὺς κὺρ Μανουὴλ ἀπελθὼν εἰς τὴν νῆσον Θάσον καὶ ἀπῆρεν αὐτὴν ἐν μηνὶ Σεπτεμβρίῳ τοῦ #22κβ-ου ἔτους καὶ αὖθις ἐκεῖθεν ἀπῆλθεν εἰς τὴν Θεσσαλονίκην, εἶτα εἰς τὴν Πελοπόννησον, ἔνθα ᾠκο δόμησε τὸ Ἑξαμίλιον, 236 ἐν ἐκείνῳ τῷ τόπῳ, ὅπου καὶ ἐν ἑτέροις καιροῖς ᾠκοδόμητο, ὅταν ὁ Ἀρταξέρ ξης ὁ βασιλεὺς περάσας ἐκ τῆς Ἀσίας μετὰ τοῦ μυριαριθμήτου ἐκείνου στρατοῦ ἤρχε το κατὰ Λακεδαιμόνων. Εἶτα τὸ μακρὸς τοῦ καιροῦ τὸ τὰ πάντα δαμάζον καὶ ἀνεπι μέλητον ἀφέντες διεφθάρη. ∆ευτέρᾳ δὲ κτισθὲν ἦν παρὰ τοῦ ἐν βασιλεῦσι ἀειμνήστου μεγάλου Ἰουστινιανοῦ, οὐχ ὑπὲρ ἀνάγκης, ὅτι αὐτὸς γὰρ σχεδόν, εἰπεῖν, τὸν κόσμον ἅπαντα ὑπέταξεν, ἀλλὰ μόνον ἐφάνη αὐτῷ καλόν, ἐπεὶ καὶ ἄλλας ἑτέρας κτίσεις καὶ οἰκοδομὰς ἐποίει, καὶ τὴν Ῥωμαίων ἀρχὴν καλλωπίζων· ἔδοξεν αὐτῷ, καὶ ἡ κτίσις τοῦ Ἰσθμοῦ προστάξας ἐγένετο ἐν τῷ τόπῳ ἔνθα ἔν τινι καιρῷ καὶ ὁ Πατρίκιος Νικήτας ὁ ἐπονομαζόμενος Ὠορύφας τὰς νῆας, ἤγουν τὰς τριήρεις τὰς Ῥωμαϊκὰς διὰ τῆς ξη-ρᾶς τοῦ Ἰσθμοῦ ἐκ τῆς Ἑλλαδικῆς θαλάττης εἰς τὴν δυτικὴν περάσας τοὺς Κρήτης Ἀγαρηνοὺς ἐτροπώσατο. Ἀλλὰ πῶς καὶ διατὶ τὸ αὐτὸ μέγα στρατήγημα καὶ ἔργον περιφανὲς καὶ ἄξιον μνήμης ἐγεγόνει, οὐκ ἐγκαταλείψω, ἀλλὰ τῇ ἡμετέρᾳ ἑνώσω διηγήσει. Ἔτι δὲ καὶ πῶς ἡ νῆσος Κρήτη καὶ τίνι τρόπῳ ὑπὸ τὴν ἐξουσίαν τῶν Ἀγαρηνῶν ἐνέτυχε γενέσθαι καὶ αὖθις πῶς ὑπὸ τὴν ἐξουσίαν τῶν Ῥωμαίων ἐγένετο καὶ πῶς ὑπὸ τὴν ἐξουσίαν τῆς γερουσίας τῶν Ἑνετῶν ἐνέπεσε. Καὶ πάλιν τὸ ἡμέτερον ἔργον ἁψώμεθα καὶ τὸν πλοῦν τῆς νέας ἱστορίας ποιήσωμεν.
Περὶ τῶν τοῦ Μωαμέθ διαδόχων ἔνθα καὶ ποῦ ἐβασίλευσαν
XXV. Οἱ τοῦ καταράτου Μωάμεθ διάδοχοι καὶ κληρονόμοι τῆς αὐτοῦ ἀρχῆς,
πρῶτον μὲν τῆς τῶν Περσῶν ἀρχῆς ἐγκρατεῖς γενόμενοι καὶ Μηδίας καὶ Βαβυλῶνος καὶ Ἀσσυρίων κυριεύσαντες, ἤδη δὲ καὶ Αἰγύπτου καὶ Συρίας καὶ Ἀσίας καὶ Παλαι- στίνης καὶ Λιβύης καὶ Ἀφρικῆς καὶ μέρους οὐκ ὀλίγου ἐκ τῆς Εὐρόπης, μετὰ δέ τινα καιρὸν ἀλλήλοις συστασιάσαντες, καὶ ἡ μία αὐτὴ μεγάλη ἀρχὴ εἰς πολλὰ διε μερίσθη καὶ ἄλλον μὲν ἀρχηγὸν εἶχεν ἡ Περσία, ἄλλον δὲ ἡ Βαβυλών, ἕτερον δὲ εἰς τὰ τῆς Ἀσίας ἄνω καὶ κάτω μέρη. Ἕνα μὲν ἀρχηγὸν εἶχεν ἡ Ταρσός, ἕτερον δὲ ἡ Τύ-ρος, ἄλλον τὸ Ἰκόνιον καὶ ἕτερον ἡ Μελιτηνή, ἡ τὰ πολλὰ καλὰ καὶ ἀγαθὰ ῥέουσα· ἕτερον δὲ τὸ Χαλέπιον εἶχε καὶ ἄλλον ἡ ∆αμασκὸς καὶ ἕτερον ἡ Αἴγυπτος καὶ ἄλλον ἡ Λιβύη, καὶ ἡ Ἀφρικὴ ἕτερον καὶ ἕτερον ἐν τῇ Εὐρώπῃ ἡ Ἰβηρία εἶχεν, ἣ λέγεται Ἱσπανία· καὶ πρὸς ἀλλήλους οἱ γειτνιῶντες, καθ' ἑκάστην διαφορὰς ἀνὰ μέσον