θλίψεως, καὶ ἐξ ελοῦμαί σε, καὶ δοξάσεις με.» Καὶ ἐν τῷ πεντηκοστῷ· «Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμ μένον. Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Καὶ ἐν ἄλλοις· «Τὰ ὁλο καυτώματα ὑμῶν καὶ αἱ θυσίαι οὐχ ἥδυνάν μοι.» Ἔτι δὲ καὶ ἐν τῷ Ἱερεμίᾳ· «Οὐ ταῦτα, φησὶν, ἐνετειλά μην τοῖς πατράσιν ὑμῶν, ᾗ ἡμέρᾳ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας· ἀλλ' ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων· 12.1148 Ἕκαστος κατὰ τοῦ πλησίον ἐν τῇ καρδίᾳ κακίαν μὴ μνησικακείτω, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· ∆ιότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.» Σαφῶς γοῦν διὰ τούτων πάντων διδάσκει ἐξετάζειν τίς ὁ περὶ τῶν θυσιῶν τόπος· καὶ ὑποβάλλει γε ἀφορ μὰς τὰ λόγια λέγοντα· «Τῷ Θεῷ θυσία πνεῦμα συν τετριμμένον·» ὥσπερ καὶ ἐνθάδε· «Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐπιστρέφει τοὺς μὴ νο οῦντας τὰ προφητικὰ, καὶ διὰ τοῦτο περὶ τὰς σωμα τικὰς θυσίας ἐπτοημένους, λέγων· «Εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδι κάσατε τοὺς ἀναιτίους.» Κεῖται δὲ ἡ λέξις ἐν ἑνὶ τῶν δώδεκα οὕτως ἔχουσα· «∆ιότι ἔλεος θέλω καὶ οὐ θυσίαν, ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα.» Ὅτι δὲ ταῦτα νομοθεσία ἐστὶ περὶ θυσιῶν, ἐδίδαξεν ὁ Παῦ λος εἰπὼν τό· «Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λα τρεύουσι τῶν ἐπουρανίων.» Ἀγωνιστέον τοίνυν τῷ ἐντυγχάνοντι τοῖς περὶ θυσιῶν νόμοις ἑκατέρως αὐ τοὺς διηγήσασθαι, κατά τε τὸ συμβολικὸν καὶ κατὰ τὸ ἀποῤῥητότερον καὶ μυστικὸν ἐξετάζοντι. Ταῦτα ἐν ἐπιτομῇ ἡμῖν σεσημείωστο βουλομένοις διηγήσα σθαι τὸ, «Θύσατε θυσίαν δικαιοσύνης·» καὶ ἀκολού θως τὸ, «Ἐλπίσατε ἐπὶ Κύριον.» Οὐ γὰρ ἔστιν εὐ λόγως ἐλπίσαι πρὶν δικαιοποιῆσαι· τῷ δικαιοπρα γοῦντι δὲ πεποιθότως ἔστιν ἐλπίσαι, καὶ τὰ τοῦ Κυ ρίου ἀγαθὰ προσδοκῆσαι· ἐλπὶς γάρ ἐστι προσδοκία ἀγαθῶν. Ἐπεὶ δ' ἐζήτηται παρὰ πολλοῖς, εἰ ὁ καλὸς καὶ ἀγαθὸς ἐλπίσει τι, ὡς τοῦ τελείου ἀπέχοντος τὰ ἀγαθὰ, καὶ ἐν οὐδενὶ ἐλλείποντος, καὶ διὰ τοῦτο οὐ δὲν ἐλπίζοντος, ἀπόντων γάρ ἐστιν ἡ ἐλπὶς, ἑτέρου δὲ τοῦ εἶναι χρηστὰς ἐλπίδας, ἀεὶ τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀγαθῶν τὰ ἀγαθὰ αὐτῶν συνεχέστατα διαδε χομένων· φέρε καὶ ἡμεῖς ὀλίγα κατὰ τὸ βούλημα τῶν Γραφῶν περὶ τοῦ προβλήματος διαλάβωμεν. Σαφέστα τα δὴ προτρέπουσιν ἡμᾶς ἐλπίζειν ἐπὶ Κύριον τὰ ἱερὰ λόγια. «Ἐλπισάτω» γὰρ, φησὶν, «Ἰσραὴλ ἐπὶ τὸν Κύριον·» καὶ, «Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ τὸν Κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι.» Τῷ δὲ τελείῳ ἐν τῷ ἐννενηκοστῷ ψαλμῷ μετὰ τῶν ἄλλων ἐπαγγελιῶν λέγεται τὸ, «Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.» Ὁ δὲ Παῦλος ἐν ᾧ κρέμαται ὁ νόμος καὶ οἱ προφῆται, βουλόμενος παραστῆσαι ὁποῖός ἐστι, (λέγω δὲ τὴν ἀγάπην·) φη σίν· «Ἡ ἀγάπη πάντα πιστεύει, πάντα ἐλπίζει, πάν τα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Εἰ δὲ τὸ μηδέποτε ἐκπίπτειν τελείου ἐστὶν ἔργον, ἀγάπης ὑπάρχον, καὶ τὸ πάντα ὑπομένειν διὰ τὴν ἀγάπην ὑπεράνω γινομένου παντὸς ἐπιπόνου, καὶ τὸ πάντα πιστεύειν, δῆλον δ' ὅτι τὰ ὄντα καὶ τὰ ἀληθῆ· οὐ γὰρ ἐν τοῖς πᾶσι τὰ ψευδῆ ἀριθμητέον, τὴν ἀρχὴν οὐδὲ ὄντα. Ὁ γὰρ τὴν ἀγάπην κατορθώσας τέλειος καὶ βέβαιος ἐν τῇ σωτηρίῳ πίστει τῇ περὶ ἑνὸς ἑκάστου τῶν πιστοῦσθαι ἀναγκαίων ἐστί· δῆλον ὅτι καὶ τὰ πάντα ἐλπίζειν, καὶ μηδὲν δυναμένων ἁγίῳ ἀποκεῖ σθαι ἀπογινώσκειν, οὐδενὸς ἄλλου ἢ τοῦ τελείᾳ ἀγά 12.1149 πῃ κεκοσμημένου ἔργον ἂν ὑγιῶς λέγοιτο· ὡς, εἰ, κατακερματίζοντες τὸ πάντα ἐλπίζειν, βουλόμεθα διη γήσασθαι, ἐροῦμεν, ὅτι κληρονομῆσαι βασιλείαν οὐ ρανῶν καὶ παρακληθῆναι, καὶ υἱοὶ Θεοῦ κληθῆναι, καὶ Θεὸν ὄψεσθαι, καὶ χορτασθήσεσθαι ἧς πεινᾷ καὶ διψᾷ δικαιοσύνης, καὶ τοῦ τελείου ἐλέου μεταλήψε σθαι, καὶ ἁπαξαπλῶς ἐν πᾶσιν ἔσεσθαι οἷς ἐπηγγεί λατο ὁ ἀψευδὴς Θεὸς, καὶ Σωτὴρ ὁ Κύριος ἡμῶν Ἰη σοῦς Χριστός, «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη