μέλλειν γεννᾶν ἐδυστόκει, τοῦ πνεύματος συντρίβοντος αὐτήν. Τῆς γυναικὸς οὖν δαιμονιζομένης ὁ ἀνὴρ αὐτῆς ἐπέστη καὶ παρεκάλει τὸν ἅγιον ἐκεῖνον παρα γενέσθαι. Εἰσελθόντων οὖν ἡμῶν ἅμα εὔξασθαι, στὰς καὶ προσευξάμενος μετὰ δευτέραν γονυκλισίαν ἐξέβαλε τὸ πνεῦμα. 36.5 Ἀναστὰς οὖν λέγει ἡμῖν· "Εὔξασθε, ἄρτι γὰρ ἐξελαύνει τὸ πνεῦμα τὸ ἀκάθαρτον· σημεῖον δέ τι ἔχει ὑπάρξαι ἵνα πληροφορηθῶμεν". Ἐξερχόμενος οὖν ὁ δαίμων ἀπὸ θεμελίου τὸν τοῖχον τῆς αὐλῆς ὅλον ἔβαλε κάτω. Ἦν δὲ τὸ γύναιον ἑξαετίαν μὴ λαλῆσαν· μετὰ οὖν τὸ ἐξελθεῖν τὸν δαίμονα ἔτεκε καὶ ἐλάλησεν. 36.6 Τοῦ ἀνδρὸς τούτου καὶ προφητείαν ἔγνων ταύτην· Ἱερώνυμός τις πρεσβύτερος ᾤκει εἰς τοὺς τόπους ἐκεί νους, ἀρετῇ λόγων ῥωμαϊκῶν κεκοσμημένος καὶ εὐφυίᾳ· τοσαύτην δὲ εἶχε βασκανίαν ὡς ὑπὸ ταύτης καλύπτεσθαι τῶν λόγων τὴν ἀρετήν. Συγχρονίσας οὖν αὐτῷ ὁ Ποσει δώνιος ἡμέρας πλείους λέγει μοι πρὸς τὸ οὖς ὅτι "Ἡ μὲν ἐλευθέρα Παῦλα, ἡ φροντίζουσα αὐτοῦ, προτελευτήσει, ἀπαλ λαγεῖσα αὐτοῦ τῆς βασκανίας, ὡς οἶμαι. 36.7 Χάριν δὲ τούτου τοῦ ἀνδρὸς οὐ μὴ οἰκήσει ἅγιος ἀνὴρ εἰς τοὺς τόπους τούτους, ἀλλὰ φθάσει αὐτοῦ ὁ φθόνος καὶ μέχρι τοῦ ἰδίου ἀδελφοῦ". Ἐν οἷς καὶ συνέβη τὸ πρᾶγμα. Καὶ γὰρ καὶ Ὀξυπερέντιον τὸν μακάριον ἤλασε τὸν Ἰταλόν, καὶ Πέτρον ἄλλον τινὰ Αἰγύπτιον, καὶ Συμεῶνα, θαυμασίους ἄνδρας, οὓς τέως ἐγὼ ἐπεσημηνάμην. Οὗτός μοι διηγεῖτο ὁ Ποσει δώνιος ὡς ἄρτου πεῖραν μὴ ἔχων ἀπὸ ἔτους τεσσαρακοστοῦ, μήτε μὴν μνησικακήσας τινὶ μέχρι ἡμισείας ἡμέρας. 37 .tΠερὶ Σαραπίωνοσ 37.1 Ἄλλος Σαραπίων τις γέγονεν, ἐπεκέκλητο δὲ σιν δόνιος, παρεκτὸς γὰρ σινδονίου οὐδέποτε οὐδὲν περιεβάλ λετο· ὃς πολλὴν ἐξήσκησεν ἀκτημοσύνην, εὐγράμματος δὲ ὢν ἀπεστήθιζε πάσας τὰς γραφάς· καὶ ἀπὸ πολλῆς ἀκτη μοσύνης καὶ μελέτης γραφῶν οὐδὲ ἠρεμῆσαι ἴσχυσεν ἐν κελ λίῳ, μὴ περισπώμενος ὕλῃ, ἀλλὰ περιερχόμενος τὴν οἰκου μένην ταύτην κατώρθωσε τὴν ἀρετήν· ταύτης γὰρ ἐγεγόνει καὶ τῆς φύσεως· διαφοραὶ γάρ εἰσιν φύσεων, οὐκ οὐσιῶν. 37.2 ∆ιηγοῦντο οὖν οἱ πατέρες ὅτι λαβών τινα συμπαίκτην ἀσκητὴν πέπρακεν ἑαυτὸν μίμοις Ἕλλησιν ἐν πόλει τινὶ εἴκοσι νομισμάτων. Καὶ σφραγίσας τὰ νομίσματα ἐφύλαττε παρ' ἑαυτῷ. Ἐπὶ τοσοῦτον οὖν παρέμεινε καὶ ἐδούλευσε τοῖς ἀγοράσασιν αὐτὸν μίμοις μέχρις οὗ καὶ χριστιανοὺς αὐτοὺς ἐποίησε καὶ τοῦ θεάτρου ἀπέστησε, παρεκτὸς ἄρτου καὶ ὕδατος οὐδενὸς λαμβάνων, οὐδὲ ἡσυχάζων τῷ στόματι ἀπὸ μελέτης γραφῶν. 37.3 Τῷ μακρῷ χρόνῳ πρῶτος κατε νύγη ὁ ἀνήρ, εἶτα ἡ μιμάς, εἶτα ὁ σύμπας οἶκος αὐτῶν. Ἐλέγετο δὲ ὅτι εἰς ὅσον αὐτὸν ἠγνόουν ἀμφοτέρων ἔνιπτε τοὺς πόδας. Ἀμφότεροι οὖν βαπτισθέντες ἀπέστησαν τοῦ θεατρίζειν, καὶ ἐπὶ τὸν σεμνὸν καὶ θεοσεβῆ ἐλάσαντες βίον σφόδρα ᾐδοῦντο τὸν ἄνδρα καὶ λέγουσιν αὐτῷ· "∆εῦρο, ἄδελφε, ἐλευθερώσωμέν σε, ἐπειδὴ αἰσχρᾶς ἡμᾶς δουλείας ἠλευθέρωσας αὐτός". Λέγει αὐτοῖς· "Ἐπειδὴ ἐνήργησεν ὁ θεὸς καὶ ἐσώθη ὑμῶν ἡ ψυχή, εἴπω ὑμῖν τὸ μυστήριον τοῦ δράματος· 37.4 ἐγὼ κατοικτειρήσας ὑμῶν τὴν ψυχήν, ἐλεύθερος ὢν ἀσκητὴς τῷ γένει Αἰγύπτιος, τούτου χάριν πέπρακα ἐμαυτὸν ἵνα σώσω ὑμᾶς. Ἐπειδὴ δὲ τοῦτο πε ποίηκεν ὁ θεὸς καὶ ἐσώθη ὑμῶν ἡ ψυχὴ διὰ τῆς ἐμῆς τα πεινώσεως, λάβετε ὑμῶν τὸν χρουσὸν ἵνα ἀπέλθω καὶ ἄλλοις βοηθήσω". Οἱ δὲ πολλὰ παρακαλέσαντες αὐτὸν καὶ διαβε βαιωσάμενοι ὅτι "Ὡς πατέρα σε ἕξομεν καὶ δεσπότην, μόνον μεῖνον μεθ' ἡμῶν"· οὐκ ἴσχυσαν αὐτὸν πεῖσαι. Τότε λέγουσιν αὐτῷ· "∆ὸς τὸ χρυσίον πτωχοῖς, ἀρραβὼν γὰρ ἡμῖν γέγονε σωτηρίας· ἀλλὰ κἂν δι' ἐνιαυτοῦ ἡμᾶς ὅρα". 37.5 Οὗτος ταῖς συνεχέσιν ἀποδημίαις κατήντησεν εἰς Ἑλ λάδα, καὶ διατρίψας τριῶν ἡμερῶν ἐν Ἀθήναις οὐκ ἠξιώθη παρά τινος ἄρτου· οὔτε γὰρ κέρμα ἐβάσταζεν, οὐ πήραν, οὐ μηλωτήν, οὐδὲν τῶν τοιούτων. Τετάρτης οὖν ἐπιλαβομένης ἡμέρας σφόδρα ἐπείνασε· δεινὴ γὰρ ἡ ἀκούσιος πεῖνα, συνή γορον ἔχουσα τὴν ἀπιστίαν. Καὶ στὰς ἐπὶ γεωλόφου τῆς πόλεως, ἔνθα οἱ ἐν τέλει ἦσαν συναθροιζόμενοι τῆς πόλεως, ἤρξατο ἀποδύρεσθαι βίαν μετὰ κρότου χειρῶν καὶ κράζειν· "Ἄνδρες Ἀθηναῖοι, βοηθεῖτε". 37.6 Καὶ