32
δείλαιος ὠφέλειαν ἐδέξατο, ἀγανακτήσας ὁ τῶν ὅλων Θεὸς δεδίττεται μὲν αὐτὸν πρότερον δι' ἐνυπνίου, εἶτα διὰ τοῦ ∆ανιὴλ τὰ διὰ τοῦ ἐνυπνίου σημαινόμενα δῆλα ποιεῖ. Καὶ οὐδὲ οὕτως εὐθὺς ἐπάγει τὴν τιμωρίαν, ἀλλὰ προσφέρει μὲν αὐτῷ συμβουλὴν καὶ παραίνεσιν διὰ τοῦ ∆ανιὴλ, ἐνιαυτόν τε ὅλον μακροθυμεῖ τὴν μεταμέλειαν ἀναμένων. Ὡς δὲ οὐδεμίαν ἰατρείαν ἐκ τῆς μακροθυμίας ἠθέλησε δρέψασθαι, ἃ ἠπείλησεν ἐπιφέρει κακά· τιμωρεῖταί τε αὐτὸν οὐχ ἁπλῶς, ἀλλὰ τὸν ἀλαζόνα νοῦν ἐκεῖνον τὸν τὰ ὑπὲρ φύσιν ὀνειροπολήσαντα, φρενοβλαβείᾳ παίει καὶ παραπλη ξίᾳ. Εἶτα θηριώδη γενόμενον ἐξελαθῆναι παρα 81.1356 σκευάζει, καὶ τὰς ἐρήμους οἰκεῖν ἐπὶ χρόνῳ μα κρῷ. Ἔπειτα αἴσθησιν παρασκευάζει αὐτὸν λα βεῖν τῶν κατεχόντων δεινῶν· οὔτε γὰρ ἦν οἷόν τε αὐτὸν ὠφέλειαν δρέψασθαι ἀναισθήτως καὶ ἀναλ γήτως παντελῶς διακείμενον. Οὕτως ἀνανεύσας ἐκεῖνος, ἐπιγινώσκει μὲν τὰς ὀξυῤῥόπους τοῦ βίου μεταβολὰς, θρηνεῖ δὲ καὶ ὀλοφύρεται τὴν οἰκείαν ἀβελτηρίαν, ὁμολογεῖ τε τὴν τοῦ Θεοῦ βασιλείαν ἀδιάδοχον εἶναι, εἰς ἅπαντας διαμένουσαν τοὺς αἰῶ νας. Ταῦτα τῇ πείρᾳ διδαχθεὶς, πάλιν διὰ τὴν ἄῤῥη τον τοῦ Θεοῦ φιλανθρωπίαν εἰς τὴν οἰκείαν ἀπελήλυ θε βασιλείαν· ἀδικεῖν δὲ νομίσας ἅπαντας τοὺς ἀνθρώπους, εἰ κρύψειε Θεοῦ τὴν προμήθειαν, δι' ἐπιστολῆς πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ὑπηκόοις ἐξηγεῖται τήν τε προτέραν εὐημερίαν, καὶ συμβᾶ σαν δυσκληρίαν· εἶτα τὴν μεταμέλειαν, δι' ἧς τὸν ∆εσπότην ἐξιλεώσατο. Ἡ μὲν οὖν τῆς ἐπιστολῆς ὑπόθεσις αὕτη· διὰ πλειόνων δὲ αὐτὴν ἐποιησάμην, καὶ τὸν τούτου τῦφον ταῖς Γραφικαῖς μαρτυρίαις δεῖξαι βουληθεὶς, καὶ τοῦ Θεοῦ τῶν ὅλων τὴν περὶ πάντας κηδεμονίαν δήλην ποιῆσαι θελήσας. Φέρε τοίνυν, τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώμεθα. "Να βουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, εἰρήνη ὑμῖν πληθυνθείη." Προσήκει τούτοις ἁρμόσαι τοῖς λό γοις τὴν προφητικὴν ἐκείνην φωνήν· "Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δι καιώματά σου." Τῇ πείρᾳ δὲ καὶ οὗτος διδαχθεὶς σωφρονεῖν, εὐσεβείας ἀπεφάνθη διδάσκαλος, καὶ τὰ οἰκεῖα πάθη φάρμακα πᾶσιν ἀνθρώποις προτίθησι, καὶ οὐ μόνον τοῖς ὑπηκόοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς βασιλείας ὑπάρχουσι. Καλῶς δὲ καὶ ἁρμοδίως τὴν προσηγορίαν ἐποιήσατο· "Εἰρήνη ὑμῖν πληθυνθείη·" τουτέστιν, ἀπείρατοι γένοισθε ὧν ἐπειράθην κακῶν, εἰρήνης ἀπολαύοντες διατελεῖτε. Εἶτα ἐπάγει· θʹ. "Τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησε μετ' ἐμοῦ ὁ Θεὸς ὁ ὕψιστος, ἤρεσεν ἐνώπιον ἐμοῦ ἀναγ γεῖλαι ὑμῖν." Τῶν θείων, φησὶ, θαυμάτων αὐτόπτης γενόμενος, νενόμικα δίκαιον κοινωνοὺς ὑμᾶς ἅπαν τας τῆς τούτων θεωρίας λαβεῖν. Οὐκ ἔστι γὰρ τὰ τυχόντα, ἀλλὰ μεγάλα καὶ ἰσχυρὰ, καί! ρʹ. "Ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν." Τὰ μὲν γὰρ ἀνθρώπινα, ὁποῖα ἂν ᾖ, τέ λος ἔχει, καὶ τέλος ταχύ· μόνη δὲ διαρκὴς καὶ ἀσά λευτος ἡ τοῦ Θεοῦ βασιλεία. Οὕτω προδιδάξας τὴν τῶν πραγμάτων αἰτίαν, ἄρχεται τῆς κατ' αὐτὴν διηγήσεως.
ΚΕΦΑΛΑΙΟΝ ∆ʹ. αʹ. "Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου,
καὶ εὐθαλῶν ἐπὶ τοῦ θρόνου μου, καὶ πίων ἐν τῷ λαῷ μου." Τέθεικε δὲ τὴν ἑαυτοῦ προσηγορίαν οὐχ ἁπλῶς, ἀλλ' ἵνα τὸ ὄνομα μαρτυ ρήσῃ τοῖς λόγοις. Ἐπειδὴ γὰρ σφόδρα ἐπίσημος ἦν, ἅτε δὴ πάντων τῶν κατὰ τὴν Ἀσίαν, καὶ τὴν Αἴγυ πτον, καὶ τὴν Αἰθιοπίαν, τὴν ἡγεμονίαν λαβὼν, προ τέθεικεν αὐτοῦ τὴν προσηγορίαν, ἀρκοῦσαν εἰς μαρ 81.1357 τυρίαν τῶν λεγομένων. Ἔφη δέ· Ἐν ἄκρᾳ οὖν εὐκληρίᾳ, καὶ μυρίοις ἀγαθοῖς περιῤῥεόμενος διετέ λουν· ἐν τούτοις δὲ ὢν, βʹ. "Ἐνύπνιον, φησὶν, εἶδον, καὶ ἐφοβέρισέ με, καὶ ἐθαύμασα ἐπὶ τούτοις πᾶσι, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με." Ἐν τοσαύτῃ γὰρ ὑπάρχων εὐ ημερίᾳ, ὄναρ εἶδον λυπηρὸν, καὶ ἐξεδειματώθην μὲν σφόδρα τῇ θεωρίᾳ τοῦ ἐνυπνίου, ἐταρασσόμην δὲ πλέον τὰ διὰ τούτου σημαινόμενα κατιδεῖν οὐ δυνά μενος· οὗ χάριν