ἐξέλαβον· οἷον ἐποίησε καὶ ὁ μακαρίτης Παῦλος τὴν χρῆσιν Μωϋσέως τὴν ἐν τῷ ∆ευτερονομίῳ μεταβαλὼν εἰς τὴν ἰδίαν ὑπόθεσιν ὡς ἁρμόζουσαν, λέγων οὕτως, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν, τουτέστιν Χριστὸν καταγαγεῖν, ἢ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν, μεταφράσας τὴν χρῆσιν ὡς ἁρμοδίαν εἰς τὴν ἰδίαν ὑπόθεσιν. οὐδὲ γὰρ ἁρμόζουσι τὰ λοιπὰ τῶν ψαλμῶν εἰς τὸν δεσπότην Χριστόν, ἐξ ὧν τινα ἐξέλαβον, οἷον εἰς τό, ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, εἰκοστὸς πρῶτος ψαλμός ἐστιν. λέγει οὖν εἰς αὐτόν, Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου· ὅπερ ἀνάρμοστον καὶ ἀσύμφωνον τῇ θείᾳ γραφῇ, καὶ σαφὴς μανία περὶ τοῦ Χριστοῦ ἐκλαβεῖν τὸ τοιοῦτον. ἐπεὶ δὲ 167 τῶν τεσσάρων τούτων ψαλμῶν τῶν εἰς τὸν δεσπότην Χριστὸν εἰρημένων ὅλοι διὰ ὅλου αὐτῷ ἁρμόζουσιν. οὔτε γάρ, καθὰ καὶ πρώην εἴπαμεν, ἐκοινοποίει ὁ μακάριος ∆αβὶδ τὰ εἰς τὸν δεσπότην Χριστὸν λεγόμενα μετὰ τῶν λεγομένων εἰς ἑτέρους τινάς. φαίνεται γὰρ καὶ αὐτὸς ὁ σωτὴρ τοῦτο ποιῶν ἡνίκα ἐνεκάλουν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες, ∆ιὰ τί ἐργάζῃ ἐν σαββάτῳ; ὃς ἀπεκρίνατο λέγων, Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ὅτε δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐνεκάλουν, φησίν, Οὐκ ἀνέγνωτε τί ἐποίησεν ∆αβίδ, ὡς τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν αὐτός, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι μόνοις, διαῤῥήδην τῷ πατρὶ ἑαυτὸν ἀντιδιαστέλλων, τοὺς μαθητὰς δὲ τοῖς προφήταις, ἤγουν τοῖς ἱερεῦσιν, ὡς δούλους πρὸς δούλους καὶ ὡς υἱὸν πρὸς πατέρα. οὕτως οὖν καὶ ὁ προφήτης ∆αβὶδ τῷ πνεύματι τῷ ἁγίῳ κινούμενος οὐκ ἀνέμιξε χύδην τὰ τῆς ὑποθέσεως τοῦ δεσπότου μετὰ ὑποθέσεως δούλων, ἀλλ' ἰδικῶς εἰς τὴν ὑπόθεσιν τοῦ δεσπότου τοὺς τέσσαρας τούτους ψαλμοὺς ἠξιώθη προειπεῖν καὶ συντάξαι. τοὺς δὲ ἄλλους πάντας εἰς ἑτέρων προσώπων ἢ πραγμάτων ἢ ἱστοριῶν κοινωφελῆ διδασκαλίαν τοῖς πᾶσιν ἐκτιθέμενος. διὰ τοῦτο καὶ ἐμμελῶς καὶ μετὰ ῥυθμοῦ αὐτὰ ἐξεῖπεν, ἵνα εὐκάτοχα καὶ εὐμνημόνευτα τοῖς πᾶσιν ὡς τερπνὰ γένωνται. καὶ τοῦτο εὔδηλον ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τοῦ κόσμου ᾀδόμενα τὰ τοῦ ∆αβὶδ εὑρήσομεν καὶ σχεδὸν ὑπὸ πάντων ἀνθρώπων μι168 κρῶν τε καὶ μεγάλων διὰ στόματος φερόμενα καὶ καθ' ἑκάστην ᾀδόμενα καὶ μελετώμενα καὶ μνημονευόμενα πλείω τῶν ἄλλων προφητῶν καὶ γραφῶν. ∆εύτερος Ἑβραίων ἐβασίλευσε Σολομῶν υἱὸς ∆αβὶδ ἔτη μʹ. ὁμοῦ δφϛʹ. αʹ, βʹ. Σολομῶν τὸν ἐν Ἱεροσολύμοις νεὼν οἰκοδομεῖν ἤρξατο, ἔχων ἑβδομήκοντα χιλιάδας ἁρμάτων αἰρόντων ἆρσιν καὶ ὀγδοήκοντα χιλιάδας λατομῶν ἐν τῷ ὄρει, ὃν καὶ συνετέλεσεν ἔτεσιν ὀκτώ. Καὶ συνάγεται ὁ πᾶς χρόνος ἀπὸ παʹ Μωϋσέως, καθ' ὃ ἡ ἐξ Αἰγύπτου πορεία γέγονεν, ἐπὶ Σολομῶντα καὶ τὴν ἀρχὴν τῆς τοῦ ἱεροῦ κατασκευῆς εἰς ἔτη χλʹ. γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ. Οὐαφρῆς βασιλεύων τῆς Αἰγύπτου ἀπέστειλε Σολομῶντι εἰς βοήθειαν τῆς οἰκοδομῆς τοῦ ἱεροῦ τοῦ ἐν Ἱεροσολύμοις μυριάδας ηʹ, καθὼς ἱστορεῖ Εὐπόλεμος. θʹ, ιʹ. Σολομῶν ἐκβαλὼν τὸν Ἀβιάθαρ τῆς ἀρχιερωσύνης καθίστησι τὸν Βαρούχ, ὄντα ἐκ τοῖ γένους Ἐλεαζάρου. ιαʹ, ιβʹ, ιγʹ, ιδʹ. 169 Τυρίων ἐβασίλευσε Θείραμος, οὗ τὴν θυγατέρα ἔγημε Σολομῶν, καθὼς ἱστορεῖ Τατιανός. ιεʹ. Ἑβραίων ἀρχιερεὺς Ἀαρών. προεφήτευε Σαδώκ, Νάθαν, καὶ Ἀχίας ὁ Σιλωνίτης καὶ Σαμαίας υἱὸς Ἐμβλὰς καὶ ὁ Ἀδόχ. Νάθαν προφητεύων εἶπεν, Τί ὅτι οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως. ιϛʹ, ιζʹ. Σολομῶν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ ὀφθῆναι αὐτῷ δὶς τὸν θεὸν ἔκτισε πόλεις ἐν τῇ Ἰουδαίᾳ Ἀσούδ, Μαγδῶ, Γαζέρ, Βεθωρὼν τὴν ἄνω, Βαλαδάθ, ἔτι μὴν καὶ Θαμνὼρ ἐν τῇ ἐρήμῳ τῇ νῦν λεγομένῃ Παλμύρᾳ. πολλὰ δὲ καὶ θαυμαστὰ ἔργα ποιήσας ἐν καιρῷ γήρους αὐτοῦ τὸ πονηρὸν ἔπραξεν, καὶ παρώργισε τὸν κύριον ἐπὶ τῷ ἀπατηθῆναι αὐτὸν ἀπὸ τῆς Ἱερισόης, καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ τῷ Χαμῶς