De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
αὐτῶν χρυσῶν, βαλὼν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κασίδα σὺν περικεφαλαίᾳ χρυσῇ, ζωσάμενος καὶ σπαθίον, ἐπιβὰς καὶ αὐτὸς ἵππῳ ὁμοίως λευκῷ σὺν χιώματι διαλίθου. ἔλαβεν δὲ καὶ τῇ χειρὶ λόγχην χρυσᾶν· μικρὸν δὲ τῆς πόρτης πεφθακὼς κατέβη τοῦ ἵππου ὁ βασιλεὺς, καὶ ἔπεσεν πρὸς ἀνατολὰς προσκυνήσας τρίτον. εἶθ' οὕτως ἀναστὰς ἐπέβη τῷ ἵππῳ. καὶ εἰσερχομένῳ αὐτῷ τὴν 506 μεγάλην χρυσῆν πόρταν, προσήνεγκαν αὐτῷ ὁ μάγιστρος καὶ ὁ διέπων καὶ ὁ ἔπαρχος τῆς πόλεως χρυσοῦν στέφανον κατεσκευασμένον ἐκ λίθων τιμίων καὶ μαργάρων πολυτίμων, ὃν καὶ λαβόμενος ὁ βασιλεὺς, ἐφόρεσεν αὐτὸν ἐπὶ τοῦ δεξιοῦ βραχίονος, καὶ εὐθὺς τὰ μέρη αὐτὸν ὑπήντησαν ἐμπράτως, ὡς ἐπὶ ἑορτασίμου προκένσου, εὐφημοῦντες ἐπινίκια. καὶ διοδεύσας ἀπὸ τῶν ἐκεῖσε διὰ τοῦ σίγματος καὶ τῆς πρὸς τὸν ἅγιον Μώκιον μέχρι τοῦ μιλίου. ἐν ᾧ μιλίῳ ἀπέβησαν τῶν ἵππων οἱ τῆς συγκλήτου καὶ πεζεύοντες δηρίγευσαν ἔμπροσθεν τοῦ βασιλέως ἕως τοῦ φρέατος τῆς ἁγίας Σοφίας. πλὴν οὖν οἱ ἀπὸ τῶν ἔξω συνεισελθόντες τῷ βασιλεῖ ἐν τῇ πόλει, μετὰ χρυσῶν κλιβανίων καὶ σπαθίων καὶ κονταρίων εἰσῆλθον ἔφιπποι, τάξις ἑκάστη ἰδίᾳ καὶ χωρίς· ἔμπροσθεν τοῦ βασιλέως οἱ πραιπόσιτοι καὶ τὸ κουβούκλειον, χρυσοκλίβανοι· ὄπισθεν δὲ ὡς ἀπὸ ὀργυιῶν πέντε πρωτοσπαθάριοι εὐνοῦχοι μετὰ χρυσῶν κλιβανίων καὶ σπαθοβακλίων. ἐν δὲ τῇ χαλκῇ τοῦ παλατίου ἔστη ἔμπροσθεν τῆς πύλης πούλπιτον, καὶ εἰς τὸ ἓν μέρος τὸ χρυσοῦν ὄργανον τὸ λεγόμενον πρωτόθαυμα, εἰς δὲ τὸ ἕτερον μέρος σέντζον χρυσοῦν καὶ διάλιθον, μέσον δὲ τούτων ὁ χρυσοῦς σταυρὸς καὶ διάλιθος ὁ μέγας. ὁ δὲ βασιλεὺς ἀποβὰς τοῦ ἵππου εἰσῆλθεν διὰ τοῦ 507 φρέατος εἰς τὴν ἁγίαν Σοφίαν, καὶ εὐξάμενος ἐξῆλθεν πάλιν διὰ τῆς αὐτῆς πύλης, καὶ πεζεύων ἦλθεν ἐν τῇ χαλκῇ, καὶ ἀνελθὼν κατεσφραγίσατο ἐπὶ τοῦ σέντζου, καὶ ἔκραξαν τὰ μέρη "εἷς ἅγιος," καὶ καθίσας, προσήνεγκαν αὐτῷ τὸ πολίτευμα τῆς πόλεως χρυσοῦς βραχιόλους, καὶ λαβὼν τούτους ὁ βασιλεὺς ἐφόρεσεν ἐπὶ τῶν βραχιόνων αὐτοῦ, καὶ ἀπεδέξατο αὐτοὺς εὐχαριστῶν, δημηγορήσας ἀφ' ἑαυτοῦ τὰ περὶ τῆς ἐπιτυχίας τοῦ πολέμου. καὶ πάντες ἐπινικίως αὐτὸν εὐφήμησαν· ἀναστὰς δὲ τοῦ σέντζου ἐπέβη τῷ ἵππῳ, καὶ διῆλθε διά τε τῶν διαβατικῶν τοῦ Ἀχιλλέως καὶ τῶν πλαγίων τοῦ Ζευξίππου, καὶ ἐξῆλθεν εἰς τὸν ἀσκέπαστον ἱππόδρομον, καὶ ὑποκάτω τοῦ καθίσματος εἰσελθὼν κατέβη διὰ τῆς δάφνης εἰς τὸν κάτω σκεπαστὸν ἱππόδρομον, καὶ καταβὰς τοῦ ἵππου εἰσῆλθεν εἰς τὰ σκῦλα ἐν τῷ παλατίῳ, καὶ ἐγένετο αἴτησις δεξίμου. καὶ τῇ ἐπαύριον ἐτελέσθη τὸ δέξιμον, καὶ προετέθησαν ἀντιλήψεις πλεῖσται ἀναβιβαζόμεναι ἀπὸ τῆς τῶν βασιλικῶν μανδατόρων ἀξίας μέχρι τῆς κυριωνύμου πατρικιότητος, καὶ δωρεαὶ πλεῖσται τοῖς πολιτάρχαις, καὶ τὸ πολίτευμα παρὰ τοῦ βασιλέως ἐδόθησαν, καὶ ἱππικὰ ἐτελέσθησαν, κἀκεῖ πάλιν τοὺς δεσμίους καὶ τὰ λάφυρα ἐθριάμβευσαν, ἐφ' ἱκανὰς δὲ ἡμέρας ἐκράτησεν ἡ δεξίωσις τῶν δωρεῶν διὰ χειρῶν τοῦ βασιλέως διδομένων. ἰστέον δὲ καὶ τοῦτο, ὅτι πά 508 λιν ἐκ δευτέρου ἐξελθόντος τοῦ αὐτοῦ Θεοφίλου ἐπὶ φοσσάτον, ἐν τῷ ὑποστρέφειν αὐτὸν καὶ μέλλειν τὴν πόλιν εἰσέρχεσθαι προσέταξεν τοὺς τῆς πόλεως παῖδας ἐξελθεῖν πάντας εἰς ἀπάντησιν αὐτοῦ μετὰ τῶν ἐξ ἀνθέων κατεσκευασμένων στεφάνων, εἰσελθὼν ὁμοίως τοῦ προτέρου σχήματος.
509 ΠΙΝΑΞ ΣΥΝ ΘΕΩι ΤΟΥ ∆ΕΥΤΕΡΟΥ ΒΙΒΛΙΟΥ. αʹ. Ὅσα δεῖ φυλάττειν, καθ' ἑκάστην ἡμέραν ἀνοίγοντος τοῦ παλατίου, καὶ τῆς καθημερινῆς ἱσταμένης προελεύσεως. βʹ. Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ προελεύσει τῇ καθεκάστῃ κυριακῇ τελουμένῃ. γʹ. Ὅσα δεῖ παραφυλάττειν, τοῦ βασιλέως προβαλλομένου δομέστικον τῶν σχολῶν, ἢ στρατηγοὺς, ἢ δρουγγάριον τῶν πλοΐμων, ἢ σακελλάριον, ἢ τοῦ σακελλίου, ἢ λοι ποὺς ὀφφικιαλίους. δʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ ῥαίκτωρος. εʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ συγκέλου. ϛʹ. Ὅσα δεῖ παραφυλάττειν, ὡς τὰ νῦν ἐπιτελεῖται ἡ τοῦ ἁγίου καὶ μεγάλου Κωνσταντίνου ἐτήσιος μνήμη, καὶ τὰ ἐγκαίνια τῶν ἱδρυνθέντων τιμίων σταυρῶν ἐν τῷ νέῳ παλατίῳ τοῦ Βόνου. ζʹ. Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἑορτῇ καὶ προελεύσει τῶν ἁγίων πάντων. 510 ηʹ. Ὅσα δεῖ παραφυλάττειν τῇ πρώτῃ τοῦ Αὐγούστου μηνὸς, τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐξερχομένου. θʹ. Ὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου ἐν βλαχέρναις μηνὶ Αὐγούστῳ ιεʹ. ιʹ. Ὅσα δεῖ