Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
μέτοχον, μετέχει δὲ ἡ κτίσις ὡς φωτὸς τοῦ Υἱοῦ· οὐκ ἄρα κτίσις αὐτὸς, ἀλλ' οὐδὲ ἡ κτίσις τὸ φῶς, ὅπερ ἐστὶν ὁ Υἱός. {Ἄλλο.} Εἰ τὸ φωτίζειν ἕτερον, ἕτερον δέ ἐστι τὸ φωτί ζεσθαι, ὡς ἐνέργεια καὶ πάθος, καὶ φωτίζει μὲν ὁ Υἱὸς, φωτίζεται δὲ ἡ κτίσις· οὐκ ἄρα ταὐτὸν Υἱὸς καὶ κτίσις, ἐπεὶ μηδὲ τὸ ἐνεργοῦν τῷ ἐνεργουμένῳ. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἀναγκαίως ἡμῖν ὁ σοφώτατος Εὐαγγελιστὴς, τὴν ἐν τοῖς προλαβοῦσι θεωρίαν ἐκπλατύνειν καὶ διὰ τῶν προκειμένων ἐπείγεται. οὐ γὰρ δήπου τοῖς ἀκροωμένοις ἀποχρήσειν 1.87 ἐνόμιζεν εἰς τὸ δύνασθαι νοεῖν ἀπλανῶς περὶ τοῦ Θεοῦ Λόγου, ὅτιπερ ὄντως ἐστὶ τὸ φῶς τῶν ἀνθρώπων αὐτὸς, διὰ τοῦ φάναι μόνον "Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀν "θρώπων·" ἦν γὰρ δὴ καὶ εἰκὸς, ἀναδειχθήσεσθαί τινας ἀβασανίστως τῶν λαλουμένων ἀκούοντας· καὶ δὴ καὶ πρεσ βεύειν ἢ καὶ ἑτέρους διδάσκειν ἐπιχειρεῖν, ὅτι φῶς μέν ἐστιν ὄντως ὁ τοῦ Θεοῦ Λόγος, πλὴν οὐ πᾶσι φωτὸς χορηγὸς, ἀλλ' οἷς ἂν αὐτὸς βούληται τὸ τῆς συνέσεως ἐνίησι φῶς, δοκιμάζων τὸν ὀφείλοντα λαβεῖν καὶ τῆς οὕτω λαμπρᾶς ἄξιον ὄντα δωρεᾶς· ἡ δέ γε τῶν ἄλλων λογικῶν κτισμάτων φύσις, ἢ ἐξ οἰκείων ὥσπερ σπερμάτων, τὴν ἐπὶ τῷ δύνασθαι φρονεῖν ἐρανίζεται δύναμιν, ἢ ἐντίθησιν αὐτῇ νοῦν καὶ σύνεσιν ὁ Θεὸς καὶ Πατὴρ, ὡς οὐκ ἐξισχύοντος τοῦτο δρᾶν τοῦ Υἱοῦ. ἵνα τοίνυν φαίνηται σαφῶς αὐτὸς ὁ Θεὸς Λόγος, ὃς ἦν ἐν Θεῷ καὶ Πατρὶ, καὶ ζωὴ καὶ φῶς, οὐ τινῶν μὲν ὢν ἀνὰ μέρος, ἑτέρων δὲ οὐκέτι, ἀλλὰ κατά τινα μετουσίας ἄῤῥητον τρόπον, ὡς σοφία καὶ σύνεσις· ὅπερ ἐστὶν ἐν τοῖς λογικοῖς τὸ καλούμενον φῶς· ἑαυτὸν ὅλοις τοῖς οὖσι κατα μιγνὺς, ἵνα λογικεύηται τὰ λογικὰ, καὶ φρόνησιν ἔχῃ τὰ φρονήσεως δεκτικὰ, οὐκ ἂν ἑτέρως εἶναι τοῦτο δυνηθέντα ποτὲ, ἀναγκαίως φησὶν ὅτι Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. μόνον γὰρ οὐχὶ τοιοῦτόν τι τοῖς ἀκροωμένοις ἐκ πολλῆς ἀκριβείας ἀναβοᾷ Ἔφην, ὦ οὗτοι, καίτοι σφόδρα διδάσκων τὰ ἀληθῆ, τὴν ζωὴν εἶναι τῶν ἀνθρώπων τὸ φῶς, οὐχ ἵνα νοῇ τις ἔν γε τοῖς παροῦσι μάλιστα λόγοις, ἐξ ἑτέρου πολιτείας κομίζεσθαι γέρας τὸν παρ' αὐτοῦ φωτισμὸν, τοὺς ὅσοιπερ ἂν φαίνοντ' ἂν δίκαιοί τε καὶ ἀγαθοί· ἀλλ' ἵνα μανθάνητε πάλιν, ὅτιπερ ὃν τρόπον ἐστὶν ἐν πᾶσι τοῖς γεγονόσιν ὁ Λόγος ζωὴ, ζωογονῶν δη λονότι τὰ ζωῆς δεκτικά· οὕτως ἐστὶν ἐν αὐτοῖς καὶ φῶς, τὰ 1.88 συνέσεώς τε καὶ φρονήσεως δεκτικὰ, τοῦτο δεικνύων ὅπερ εἰσί· πάντα γὰρ ἐν πᾶσίν ἐστιν ὁ Θεὸς καὶ Πατὴρ δι' Υἱοῦ ἐν Πνεύματι. Σκοτίαν δὲ ὀνομάζει τὴν τοῦ φωτίζεσθαι δεομένην φύσιν, τουτέστι, καθόλου τὴν γενητήν. ἐπειδὴ γὰρ αὐτὸν ὠνόμασε τὸ φῶς, ἑτέραν οὖσαν ἐπιδεικνύων τὴν ἐπιδεᾶ καὶ ἀμέτοχον αὐτοῦ κτίσιν λογικὴν, εἰς τὸ ἐναντίον περιτρέπει τοῦ σημαι νομένου τὴν δύναμιν, οὐκ ἀπὸ σκοποῦ, κατά γε τὸν ἡμέτερον νοῦν, καὶ τοῦτο ποιῶν, ἀλλ' ἐκεῖνο δὴ πάντως καθ' ἑαυτὸν ἐννοήσας, ὅτι τῶν γενητῶν ἡ φύσις, οὐδὲν ὅλως ἐξ ἑαυτῆς πηγάζουσα, σύμπαν δὲ τὸ εἶναι καὶ τὸ εὖ εἶναι τοιῶσδε τυχὸν δεχομένη παρὰ τοῦ ∆ημιουργοῦ, δικαίως ἀκούει "Τί "γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;" ἐπειδὴ δὲ πρὸς τοῖς ἄλλοις, καὶ αὐτὸ θεόσδοτον ἔχει τὸ φῶς, οὐκ ἔχουσα δηλονότι λαμβάνει· τὸ δὲ φῶς οὐκ ἔχον ἐξ ἑαυτοῦ, πῶς οὐκ ἂν εἴη τὸ ἐναντίον; ἢ πῶς οὐκ ἂν λέγοιτο σκοτία; πιθανὴ γὰρ, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαιοτάτη λίαν, ἀπόδειξις, τοῦ τὴν μὲν κτίσιν εἶναι σκοτίαν, φῶς δὲ πάλιν τὸν τοῦ Θεοῦ Λόγον, τὸ φαίνειν ἐν τῇ σκοτίᾳ τὸ φῶς. εἰ γὰρ δέχεται τῶν γενητῶν ἡ φύσις τὸν τοῦ Θεοῦ Λόγον κατὰ μετουσίαν, ὡς φῶς, ἢ ὡς ἐκ φωτός· αὕτη μὲν ὡς σκοτία δηλονότι λαμβάνει, φαίνει δὲ ἐν αὐτῇ, καθάπερ ἐν σκοτίᾳ τὸ φῶς, ὁ Υἱὸς, εἰ καὶ οὐκ οἶδε πάντως ἡ σκοτία τὸ φῶς· τοῦτο γὰρ οἶμαι σημαίνει τό Ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. ἅπασι μὲν γὰρ ὁ τοῦ Θεοῦ Λόγος ἐκλάμπει τοῖς ἐλλάμψεως δεκτικοῖς, καὶ φωτίζει καθόλου τὰ φύσιν ἔχοντα τοῦ φωτίζεσθαι δεκτικήν· ἀγνοεῖται δὲ ὑπὸ τῆς σκοτίας· ἡ γὰρ ἐπὶ γῆς τυγχάνουσα λογικὴ φύσις, τουτέστιν ὁ ἄνθρωπος, ἐλάτρευσέ ποτε τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ κατέλαβε τὸ φῶς· οὐ γὰρ ἔγνω τὸν ∆ημιουργὸν, τὴν 1.89 πηγὴν τῆς σοφίας, τῆς συνέσεως τὴν