ἃ ἡτοί μασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; κ. τ. ἑ. Οἱ μὲν ἁπλούστεροι ὑπολήψονται λέγε σθαι ἐνταῦθα, ὅτι, τῶν ἀποκειμένων ἐν ἐπαγγελίᾳ κηρυσσομένων, οἱ πολλοὶ λέγουσιν, ὅτι, Τίς ταῦτα ἡμῖν δείξει, καὶ ἐν αὐτοῖς γενέσθαι ποιήσει; δῆλον ὅτι πληχθέντες μὲν ὡς περὶ ἀληθῶν, καὶ ὀρεχθέντες αὐτῶν, διὰ δὲ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην κατὰ πολλὰ τῶν ἁμαρτανομένων οὐ πάνυ τι αὐτοῖς δεδω κότες τὸ ὄψεσθαι αὐτὰ καὶ ἐν αὐτοῖς ζήσεσθαι. Ἕτε ροι δὲ οὕτω διηγήσονται τὸ λεγόμενον, ὅτι τὰ ἐν ἐπαγγελίᾳ ἀναγεγραμμένα τοῖς ἐκλεκτοῖς δοθήσεσθαι οὐ πάνυ τί ἐστι σαφῶς καὶ τρανῶς συνιέναι μὴ οὐχὶ σοφοὺς γεγενημένους· οἷον τίς ἡ γῆ ἢν κληρονομή σουσιν οἱ πραεῖς· καὶ τί τὸ κληρονομῆσαι αὐτὴν νοη τέον, ἢ τί τὸ διὰ τὴν καθαρότητα τῆς καρδίας ὄψε σθαι Θεὸν ἀόρατον τυγχάνοντα, ὃν οὐδεὶς ἑώρακε πώ ποτε· τίνος δὲ γινομένου καὶ ποταπῶν συμβαινόντων οἱ ἐπὶ τοῦ παρόντος πενθοῦντες ὕστερον παρακλη θήσονται· τίς δὲ καὶ ποταπὴ ἡ βασιλεία τῶν οὐρα νῶν. Πολλοὶ οὖν ἀκούοντες τὰ ἀναγεγραμμένα ἀγα θὰ βουλόμενοι αὐτὰ τῇ διανοίᾳ θεάσασθαι καὶ συνιέ ναι, λέγουσι τὸ, «Τίς ἔσται ὁ δείξων ἡμῖν ἀγαθά;» Σπάνιος γὰρ ἀληθῶς ὁ δυνάμενος δεικνύναι, ὡς διη γησάμεθα, τὰ ἀγαθὰ, ὁποῖος ὁ Παῦλος ἦν δυνάμενος αὐτὰ λόγῳ παραστῆσαι, ὥς φησί που τό· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ἀπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύμα τος, πνευματικὰ πνευματικοῖς συγκρίνοντες.» Τετη ρήκαμεν πολλάκις τὸ, «τίς,» ἐν τῇ Γραφῇ ἐπὶ τοῦ σπανίου τεταγμένον, ὥσπερ ἐν τῷ· «Τίς πιστὸς καὶ φρόνιμος οἰκονόμος;» καί· «Τίς σοφὸς καὶ συνήσει ταῦτα;» καί· «Κύριε, τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;» Οὕτως καὶ ἐνθάδε λέγεται τὸ, «Τίς δεί ξει ἡμῖν τὰ ἀγαθά;» Ἐκ τοῦ τόμου τῶν εἰς τὸν δʹ ψαλμὸν εἰς τό· «Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Πολλῆς παρὰ τοῖς ἀνθρώποις ζητήσεως τυγχανού σης περὶ τοῦ, τίνα τὰ ἀγαθὰ, καὶ τίνα τὰ κακὰ, καὶ τινῶν μὲν ἀπροαίρετα εἶναι λεγόντων τὰ ἀγαθὰ, καὶ τὰ κακά· ὡσπερεὶ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαινομέ νων, κακὸν δὲ τὸ πονηρόν· ἑτέρων δὲ ἐν μόνοις προ αιρετικοῖς κατακλειόντων τὰ ἀγαθὰ καὶ τὰ κακά· καὶ τὰς μὲν ἀρετὰς, καὶ τὰς κατ' αὐτὰς πράξεις μόνας 12.1152 ἀγαθὰ λεγόντων· τὰς δὲ κακίας καὶ τὰς κατὰ κακίαν ἐνεργείας κακά· τρίτων δὲ ὄντων τῶν μιγνύντων, καὶ ἅμα ἐν προαιρετικοῖς ἢ ἀπροαιρέτοις λεγόντων εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· εἰκότως ὑπὲρ τῶν πιθανοτήτων περιελκόμενοι οἱ πολλοὶ τῶν πιστευόν των φιλομαθοῦντες, εἰς τὸν περὶ ἀγαθῶν τόπον λέγοιεν ἂν τό· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Ὅτι μὲν οὖν ἐν προαιρετικοῖς ἐστιν ἡ τῶν ἀγαθῶν φύσις, πᾶς ὁστισοῦν, ἀποδεχόμενος τὸν περὶ κρίσεως λόγον, ἀδιδάκτως ὁμολογήσαι ἄν· ἀγαθὸν γάρ φησιν εἶ ναι, ἐφ' ᾧ ἀκούσεταί τις τό· «Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε κατα στήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.» Ἀγα θὸν δὲ τὸ ἀπὸ τοῦ ἀγαθοῦ ἀνθρώπου ἐκ τῆς καρδίας αὐτοῦ προφερόμενον, ὡς ὁ Σωτήρ φησιν· «Ὁ ἀγα θὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά·» καὶ ἁπαξαπλῶς πᾶς καρπὸς δένδρου ἀγαθοῦ, προαιρετικὸς ὢν, ἀγαθόν ἐστιν· ὡς ἀγάπη, καὶ εἰρήνη, καὶ χαρὰ, καὶ μακρο θυμία, χρηστότης τε καὶ ἀγαθωσύνη, πίστις, καὶ πραότης, καὶ ἐγκράτεια· τὰ δὲ ἐναντία τούτοις, κα κά. Εἰ δὲ καὶ μετὰ τὴν τοῦ Χριστοῦ διδασκαλίαν ἐστί τι ἀγαθὸν, καὶ κακὸν, καὶ ἐν ἀπροαιρέτοις, ζητη τέον· κἂν ᾖ δέ τι κακὸν ἢ ἀγαθὸν ἐν ἀπροαιρέτοις, ὡς ὕστερον ἐξετάσαντες τάχα δείξομεν· ἀλλ' οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προαιρετικοῖς τὰ ἀπρο αίρετα λεγόμενα ἀγαθὰ ἂν εἴη καὶ κακά· ἐκεῖνοι γὰρ οἴονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ὁμοίως δὲ καὶ τῶν κακῶν· καὶ περὶ ψυχὴν μὲν ἀρετὴν καὶ τὰς κατ' ἀρετὴν πρά ξεις, ἢ κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις· περὶ σῶμα δὲ ὑγείαν, καὶ εὐεξίαν, καὶ κάλλος· ἢ νόσον, καὶ καχεξίαν, καὶ αἶσχος· περὶ τὰ ἐκτὸς δὲ, πλοῦτον καὶ πενίαν, δόξαν καὶ ἀδοξίαν, εὐγένειαν καὶ δυσ