προσδραμόντες ἅπαντες, τριβωνοφόροι τε καὶ βιρροφόροι, λέγουσιν αὐτῷ· "Τί ἔχεις; Καὶ πόθεν εἶ; Καὶ τί πάσχεις;" Λέγει αὐτοῖς· "Τῷ μὲν γένει εἰμὶ Αἰγύπτιος· ἀφ' οὗ δὲ τῆς ἀληθινῆς μου πατρίδος ἀπέστην τρισὶ δανεισταῖς περιέπεσα· καὶ οἱ μὲν δύο μου ἀπηλλάγησαν πληρωθέντες τὸ χρέος, οὐκ ἔχοντες ὃ ἐγκαλέσουσιν· ὁ δὲ εἷς μου οὐκ ἀπαλλάττεται". Φιλο πραγμονοῦντες οὖν ἐκεῖνοι τοὺς δανειστὰς ἵνα αὐτοὺς πλη ροφήσωσιν, ἠρώτων αὐτόν· "Ποῦ εἰσί, καὶ τίνες εἰσί; Τίς ἐστιν ὁ ὀχλῶν σοι; δεῖξον ἡμῖν αὐτὸν ἵνα σοι βοηθήσωμεν". 37.7 Τότε λέγει αὐτοῖς· "Ὤχλησάν μοι ἐκ νεότητος φιλαρ γυρία καὶ γαστριμαργία καὶ πορνεία· τῶν δύο ἀπηλλάγην, φιλαργυρίας καὶ πορνείας· οὐκέτι μοι ὀχλοῦσι· γαστριμαργίας δὲ ἀπαλλαγῆναι οὐ δύναμαι. Τετάρτην γὰρ ἔχω ἡμέραν μὴ φαγών, καὶ παραμένει μοι ὀχλοῦσα ἡ γαστὴρ καὶ ζητοῦσα τὸ σύνηθες χρέος οὗ ἄνευ ζῆσαι οὐ δύναμαι". Τότε τινὲς τῶν φιλοσόφων ὑπονοήσαντες εἶναι αὐτὸ σκηνήν, διδόασιν αὐτῷ νόμισμα· καὶ δεξάμενος ἔθηκεν ἐν ἀρτοπωλείῳ, καὶ λαβὼν ἕνα ἄρτον ἀνεχώρησε παραχρῆμα ὁδεύσας τῆς πόλεως καὶ μηκέτι ὑποστρέψας εἰς αὐτήν. 37.8 Τότε ἔγνωσαν οἱ φιλόσοφοι ὅτι ἀληθῶς ἐνάρετος ἦν, καὶ δόντες τῷ ἀρτο πώλῃ τὴν τιμὴν τοῦ ἄρτου ἔλαβον τὸ νόμισμα. Ἐλθὼν δὲ εἰς τοὺς περὶ Λακεδαίμονας τόπους ἤκουσέ τινα τῶν πρώ των τῆς πόλεως Μανιχαῖον εἶναι ἅμα παντὶ τῷ οἴκῳ αὐτοῦ, ἐνάρετον ὄντα τὰ ἄλλα. Τούτῳ πάλιν πέπρακεν ἑαυτὸν κατὰ τὸ πρῶτον δρᾶμα· καὶ ἐντὸς δύο ἐτῶν ἀποστήσας αὐτὸν τῆς αἱρέσεως καὶ τὴν τούτου ἐλευθέραν προσήγαγε τῇ ἐκ κλησίᾳ. Τότε αὐτὸν ἀγαπήσαντες οὐκέτι ὡς οἰκέτην ἀλλ' ὡς γνήσιον ἀδελφὸν ἢ πατέρα εἶχον καὶ ἐδόξαζον τὸν θεόν. 37.9 Οὗτος ἔβαλεν ἑαυτόν ποτε εἰς πλοῖον ὡς ὀφείλοντα πλεῦσαι ἐπὶ τὴν Ῥώμην· οἱ ναυτικοὶ ὑπονοήσαντες ὅτι ἢ δαπάνας εἰσήνεγκεν ἢ ἐν χρυσῷ κέκτηται τὰ ἀναλώματα, ἀπεριέργως αὐτὸν ἐδέξαντο, ἄλλος ἄλλον νομίσαντες εἰληφέ ναι αὐτοῦ τὰ σκεύη. Ἐν τῷ ἀποπλεῦσαι αὐτοὺς καὶ γενέσθαι ἀπὸ σταδίων πεντακοσίων Ἀλεξανδρείας ἤρξαντο οἱ ἐπι βάται περὶ δυσμὰς ἡλίου ἐσθίειν, τῶν ναυτικῶν προφαγόν των. 37.10 Εἶδον οὖν αὐτὸν ὅτι οὐκ ἐσθίει τὴν πρώτην ἡμέραν, καὶ προσεδόκησαν διὰ τὸν πλοῦν· ὁμοίως καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην, καὶ τὴν τετάρτην. Τῇ πέμπτῃ ἡμέρᾳ βλέπουσιν αὐτὸν καθεζόμενον ἡσυχῇ ἐν τῷ πάντας ἐσθίειν, καὶ λέγουσιν αὐτῷ· "∆ιὰ τί οὐκ ἐσθίεις, ἄνθρωπε;" Λέγει αὐτοῖς· "Ὅτι οὐκ ἔχω". Περιειργάσαντο οὖν πρὸς ἀλλήλους· "Τίς αὐτοῦ ἔλαβε τὰ σκεύη ἢ τὰ ἀναλώματα;" 37.11 Καὶ ὡς εὗρον ὅτι οὐδείς, ἤρξαντο διαμάχεσθαι αὐτῷ καὶ λέγειν· "Πῶς εἰσῆλθες ἄνευ ἀναλωμάτων; Πόθεν ἡμῖν ἔχεις δοῦναι τὸ ναῦλον; Ἢ πόθεν ἔχεις τραφῆναι;" Λέγει αὐτοῖς· "Ἐγὼ πρᾶγμα οὐκ ἔχω· ἀπενέγκατέ με καὶ ῥίψατε ὅπου με εὕρατε". Ἐκεῖνοι δὲ οὐδὲ ἑκατὸν χρυσίνων ἡδέως ἂν ἔλυον, ἀλλ' ἤνυον τὸν σκοπὸν αὐτῶν. Οὕτως οὖν ἦν ἐν τῷ πλοίῳ καὶ εὑρέθησαν τρέφοντες αὐτὸν ἕως Ῥώμης. 37.12 Ἐλθὼν οὖν ἐν τῇ Ῥώμῃ περιειργάζετο τίς εἴη μέγας ἀσκητὴς ἢ ἀσκήτρια ἐν τῇ πόλει. Ἐν οἷς περιέτυχε καὶ ∆ομνίνῳ τινὶ μαθητῇ Ὠριγένους, οὗ ἡ κλίνη μετὰ θάνατον νοσοῦντας ἰάσατο. Περιτυχὼν οὖν αὐτῷ καὶ ὠφεληθεὶς παρ' αὐτοῦ, ἀνὴρ γὰρ ἦν τετορνευμένος ἔν τε ἤθει καὶ γνώσει, μαθὼν παρ' αὐτοῦ τίς ἄλλος εἴη, ἀσκητὴς ἢ ἀσκήτρια, ἔγνω περὶ ἡσυχαζούσης τινὸς παρθένου ἥτις οὐδενὶ συνετύγχανε. 37.13 Καὶ μαθὼν ποῦ μένει ἀπῆλθε καὶ λέγει τῇ ὑπηρετούσῃ αὐτῇ γραΐδι· "Εἶπον τῇ παρθένῳ ὅτι "Ἀναγκαίως σοι ἔχω συντυχεῖν, ὁ θεὸς γάρ με ἀπέστειλε"". Παραμείνας οὖν δύο ἢ τρεῖς ἡμέρας ὕστερον αὐτῇ συνέτυχε καὶ λέγει αὐτῇ· "Τί καθέζῃ;" Λέγει αὐτῷ· "Οὐ καθέζομαι ἀλλὰ ὁδεύω". Λέγει αὐτῇ· "Ποῦ ὁδεύεις;" Λέγει αὐτῷ· "Πρὸς τὸν θεόν". Λέγει αὐτῇ· "Ζῇς ἢ ἀπέθανες;" Λέγει αὐτῷ· "Πιστεύω εἰς τὸν θεὸν ὅτι ἀπέθανον· ζῶν γὰρ σαρκί τις οὐ μὴ ὁδεύσῃ". Λέγει αὐτῇ· "Οὐκοῦν ἵνα με πληροφορήσῃς ὅτι ἀπέθανες ποίησον ὃ ποιῶ". Λέγει αὐτῷ· "∆υνατά μοι ἐπίταξον καὶ ποιῶ". 37.14 Ἀπεκρίνατο αὐτῇ· "Νεκρῷ πάν τα ἐστὶ δυνατά, παρεκτὸς τοῦ ἀσεβῆσαι". Τότε λέγει αὐτῇ· "Ἔξελθε καὶ πρόελθε". Ἀπεκρίνατο αὐτῷ ἐκείνη· "Εἰκοστὸν πέμπτον ἔτος ἔχω καὶ οὐ προῆλθον·