1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

33

τοὺς ταῦτα δυναμένους ἑρμηνεύειν συνεκάλεσα. δʹ, εʹ. "Καὶ εἰσεπορεύοντο ἐπαοιδοὶ, μάγοι, Γα ζαρηνοὶ, Χαλδαῖοι, καὶ τὸ ἐνύπνιον εἶπον ἐγὼ ἐν ώπιον αὐτῶν, καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι· ἕως οὗ ἕτερος εἰσῆλθεν ἐνώπιόν μου, ∆ανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ, κατὰ τὸ ὄνομα τοῦ Θεοῦ μου, ὃς Πνεῦμα Θεοῦ ἅγιον ἔχει ἐν αὑτῷ." Οὐχ ἁπλῶς δὲ ταῦτα τέθεικεν, ἀλλὰ παράλληλα, ἵνα τῇ παρ εξετάσει δήλην ἅπασι ποιήσῃ τὴν τοῦ προφήτου σο φίαν· διὸ καὶ τὰ ἔθνη καταλέγει τῶν σοφῶν Βαβυλῶ νος, ἵνα δείξῃ τοὺς μὲν οὐδὲν ὅλως ἐπισταμένους, τὸν δὲ ὑπὸ τοῦ θείου Πνεύματος φωτιζόμενον. Κα λεῖ δὲ αὐτὸν οὐκ ἀπὸ μόνης τῆς προσηγορίας, ἣν αὐτὸς ἐπιτέθεικεν, ἀλλὰ τὸ Ἑβραῖον προστίθησιν ὄνομα. "∆ανιὴλ γὰρ, φησὶν, οὗ τὸ ὄνομα Βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ Θεοῦ μου." Οὕτω γὰρ, φησὶν, αὐτὸν ἐξ ἀρχῆς ἐθαύμασα, ὡς τοῦ πάλαι ὑπ' ἐμοῦ προσκυνουμένου Θεοῦ ἐπιθεῖναι αὐτῷ τὴν προσηγο ρίαν. Καὶ τὴν αἰτίαν δεικνὺς, "Ὃς Πνεῦμα Θεοῦ ἅγιον ἔχει ἐν ἑαυτῷ." Καὶ τοῦτο δὲ ἐκ τῆς τοῦ προ φήτου διδασκαλίας μεμαθήκαμεν. Πόθεν γὰρ ἑτέρω θεν ἐγνώκει τοῦ παναγίου Πνεύματος τὴν προσηγο ρίαν τοῖς κιβδήλοις εἰδώλοις προστετηκώς; "Καὶ τὸ ἐνύπνιον, φησὶν, ἐνώπιον αὐτοῦ εἶπον." Εἶπον δὲ οὕτως ἀρξάμενος· ʹ, ζʹ. "Βαλτάσαρ, ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων, ὅτι Πνεῦμα ἅγιον ἐν σοὶ, καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σοι, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου, οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπέ μοι. Καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐπὶ τῆς κλίνης μου." Τοὺς πολλοὺς τῶν ἀνθρώπων αἱ εὐημερίαι πολλάκις ἐπιλανθάνεσθαι τῶν εὐεργετη σάντων παρασκευάζουσιν, αἱ δὲ χρεῖαι ἀνακαλοῦνται τῶν εὖ πεποιηκότων τὴν μνήμην. Καὶ ὑγιαίνων μέν τις τὸ σῶμα, τῆς τοῦ ἰατροῦ τέχνης οὐ λαμβά νει τὴν μνήμην· ἀῤῥωστίᾳ δὲ περιπεσὼν, ἀναμιμνή σκεται, ὡς καὶ ἤδη πρότερον τοῦτο παθὼν διὰ τοῦ δεῖνος τοῦ ἰατροῦ τῆς ὑγείας ἀπήλαυσεν· οὕτω καὶ ὁ Ναβουχοδονόσορ, ἡνίκα μὲν τοὺς ἁγίους ἐκεί νους τῇ πυρᾷ παρεδίδου, τῆς τοῦ ∆ανιὴλ εὐεργεσίας οὐκ ἐμνημόνευσεν· ἐπειδὴ δὲ πάλιν εἶδεν ἐνύπνιον, 81.1360 καὶ θόρυβον εἶχεν ἐν τῇ ψυχῇ, τῆς τοῦ ∆ανιὴλ ἀνεμνήσθη σοφίας, καὶ τῆς τοῦ προτέροι ἐνυπνίου ἀναμνήσεώς τε καὶ ἑρμηνείας. ∆ιὸ καὶ Πνεῦμα Θεοῦ ἔχειν αὐτὸν λέγει, καὶ πᾶν μυστήριον ἑρμηνεύειν αὐτὸν ἱκανὸν εἶναι, καὶ παρακαλεῖ καὶ τοῦτο τὸ ἐνύπνιον, ἄδηλον ὂν, δῆλον αὐτῷ καταστῆσαι. Εἶτα λέγει τὸ ἐνύπνιον, καί φησιν· "Ἐθεώρουν δένδρον ἐν μέσῳ τῆς γῆς. (ηʹ.) Καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ, καὶ τὸ κῦτος αὐτοῦ εἰς τὰ πέρατα τῆς γῆς." ∆ιὰ δὲ τοῦ δένδρου αὐτὸν ἔφη σημαίνεσθαι ὁ μακάριος ∆α νιὴλ, τὸ δὲ ὕψος λέγει φθάσαι ἕως τοῦ οὐρανοῦ, οὐ τὴν φύσιν τοῦ δένδρου σημαίνων, ἀλλὰ τοὺς λογισμοὺς καὶ τὰς φαντασίας. ∆ιὸ καὶ ὁ Ἡσαΐας ἔλεγεν· "Ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ." Νοῦν δὲ μέγαν αὐτὸν προσηγόρευσεν, ὡς μεγάλα φαντασθέντα, καὶ ὀνειρο πολήσαντα, ἃ μετὰ βραχέα διηγήσατο· "Σὺ γὰρ εἶπας· Ἐπάνω τῶν ἀστέρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ." ∆ιὰ τοῦτο ὁρᾷ τὸ ὕψος τοῦ δένδρου ἐφθακὸς ἕως τοῦ οὐρανοῦ· ἐπειδὴ δὲ καὶ, ὡς ἔπος εἰπεῖν, πάσης τῆς οἰκουμένης ἐκρά τησεν, ὁρᾷ τοῦ δένδρου τὸ κῦτος, τουτέστι, τὸν ὄγκον τοῦ εὔρους, ἐκταθὲν μέχρις αὐτῶν τῶν περά των τῆς γῆς. θʹ. "Τὰ φύλλα αὐτοῦ, φησὶν, ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολύς." Καλεῖ δὲ φύλλα μὲν τὴν ὁρωμένην εὐπρέπειαν, τὴν ἐν ἐσθῆτι, καὶ θρόνῳ, καὶ βασι λείοις, ἀσπιδηφόροις τε καὶ δορυφόροις, καὶ πεζαιτέ ροις· καρπὸν δὲ τὸν πανταχόθεν προσφερόμενον φόρον. ∆ιὸ πολὺν τὸν καρπὸν, ἀλλ' οὐ καλὸν, ἔφη· οὐ γὰρ εἶχε τὸ δίκαιον. "Καὶ τροφὴ πάντων ἐν αὐτῷ." Οἵ τε γὰρ γεωργοῦντες, διὰ τῆς αὐτοῦ κηδεμονίας εἰρήνης ἀπολαύοντες, τοὺς ἀπὸ τῆς γῆς καρποὺς ἐκομίζοντο· οἵ τε στρατευόμενοι, παρ' αὐτοῦ τὰ σιτηρέσια κομιζόμενοι, τὴν ἐν ὅπλοις ἐποιοῦντο ζωήν. "Ὑποκάτω αὐτοῦ, φησὶν, κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκει τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ." Οἵ τε γὰρ θηριώδη βίον