1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

33

Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη· Ἐπεὶ ·έζοντά τι καὶ παθεῖν ἔοικεν. ὡσαύτως καὶ Eὐριπίδης· Ἀνάσχου πάσχων· δρῶν γὰρ ἔχαιρες. νόμου τὸν ἐχθρὸν δρᾶν, ὅπου λάβῃς, κακῶς. καὶ πάλιν ὁ αὐτός· Ἐχθροὺς κακῶς δρᾶν ἀνδρὸς ἡγοῦμαι μέρος. ὁμοίως καὶ Ἀρχίλοχος· Ἓν δ' ἐπίσταμαι μέγα, τὸν κακῶς δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς. Καὶ ὅτι ὁ θεὸς τὰ πάντα ἐφορᾷ καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου ∆ιονύσιος εἴρηκεν· Ὁ τῆς ∆ίκης ὀφθαλμὸς ὡς δι' ἡσύχου λεύσσων προσώπου πάνθ' ὁμῶς ἀεὶ βλέπει. Καὶ ὅτι μέλλει ἡ τοῦ θεοῦ κρίσις γίνεσθαι καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Aἰσχύλος ἐσήμανεν λέγων· τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς, κατ' ἀμπλάκημα τῷ περῶντι τὴν θέμιν. ὁρᾷς ∆ίκην ἄναυδον, οὐχ ὁρωμένην εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ· ἑξῆς ὀπάζει δόχμιον, ἄλλοθ' ὕστερον. οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον· ὅ τι δ' ἂν ποιῇς δεινὸν νόμιζ' ὁρᾶν τινά. τί δ' οὐχὶ καὶ ὁ Σιμωνίδης; Oὐκ ἔστιν κακὸν ἀνεπιδόκητον ἀνθρώποις· ὀλίγῳ δὲ χρόνῳ πάντα μεταρρίπτει θεός. πάλιν Eὐριπίδης· Oὐδέποτ' εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ' ὄλβον βέβαιον εἰκάσαι χρεών, οὐδ' ἀδίκων γενεάν· ὁ γὰρ οὐδένος ἐκφὺς χρόνος δείκνυσιν ἀνθρώπων κακότητας. ἔτι ὁ Eὐριπίδης· Oὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ' ἔχει συνιέναι τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους. καὶ ὁ Σοφοκλῆς· Eἰ δείν' ὄρεξας, δεινὰ καὶ παθεῖν σε δεῖ. Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματος ὅτι μέλλει ὁ θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχεδὸν προειρήκασιν, ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου θέλοντες καὶ μὴ θέλοντες ἀκόλουθα ἐξεῖπαν τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι καὶ κλέψαντες ταῦτα ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν. Καὶ τί γὰρ ἤτοι ἔσχατοι ἢ καὶ πρῶτοι ἐγένοντο; πλὴν ὅτι γοῦν καὶ αὐτοὶ ἀκόλουθα τοῖς προφήταις εἶπον. περὶ μὲν οὖν ἐκπυρώσεως