32. The divine Scriptures, then, consistently show that the Holy Spirit is not a creature, but is proper to the Word and to the Godhead of the Father. Thus the teaching of the saints joins in establishing the holy and indivisible Triad; and the Catholic Church has one faith, even this. But the irrational and fabulous invention of the Tropici conflicts with the Scriptures and concurs with the unreason of the Arian madmen. It is natural for them to pretend in this way, to deceive the simple. But, thanks be to God !, as you write, they have not succeeded in covering themselves by their pretended controversy with the Arians. They have indeed incurred their hatred, because they only call the Spirit a creature and not the Son as well; and by all men they have been condemned, because they are in truth fighting against the Spirit, and are not far from dead, being destitute and void of the Spirit. In the words of the blessed Apostle, being ‘natural men’, they could not receive the things of the Spirit of God, because these things were spiritually judged. But those who mind the things that belong to truth judge all things, but are themselves judged of no man. For they have within them the Lord who in the Spirit reveals to them himself, and through himself the Father.
Συμφώνως ἄρα ἀπὸ τῶν θείων Γραφῶν δείκνυ ται μὴ εἶναι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ ἴδιον τοῦ Λόγου καὶ τῆς τοῦ Πατρὸς θεότητος· οὕτω γὰρ τῶν μὲν ἁγίων ἡ διδασκαλία εἰς τὴν ἁγίαν καὶ ἀδιαίρετον Τριάδα συνάγεται, καὶ μία πίστις αὕτη τῆς καθολικῆς Ἐκκλησίας ἐστί· τῶν δὲ Τροπικῶν ἡ ἀλόγιστος μυθοπλαστία διαφωνεῖ μὲν πρὸς τὰς Γραφὰς, συμφωνεῖ δὲ τῇ τῶν Ἀρειομανιτῶν ἀλογίᾳ· καὶ εἰκὸς αὐτοὺς οὕτως ὑποκρίνασθαι ἀπάτης ἕνεκεν τῶν ἀκεραίων. Ἀλλὰ χάρις τῷ Κυρίῳ, ὅτι, ὡς γράφεις, οὐκ ἔλαθον σκέποντες ἑαυτοὺς τῇ πρὸς τοὺς Ἀρειανοὺς προσποιήτῳ ἀντιλογίᾳ· καὶ γὰρ καὶ παρ' ἐκείνων ἐμισήθησαν, ὅτι μόνον τὸ Πνεῦμα καὶ οὐχὶ καὶ τὸν Λόγον κτίσμα λέγουσι· καὶ παρὰ πάντων δὲ κατεγνώσθησαν, ὡς τῷ ὄντι πνευματομαχοῦντες, καὶ μετ' ὀλίγον γινόμενοι νεκροὶ, ἔρη μοι καὶ κενοὶ τοῦ Πνεύματος ὄντες. Κατὰ γὰρ τὸν μακάριον Ἀπόστολον, ψυχικοὶ ἄνθρωποι ὄντες οὐκ ἠδυνήθησαν δέξασθαι τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, ὅτι πνευματικῶς ἀνεκρίνοντο· οἱ δὲ τὰ τῆς ἀληθείας φρονοῦντες ἀνακρίνουσι μὲν τὰ πάντα, αὐτοὶ δὲ ὑπ' οὐδενὸς ἀνακρίνονται, ἔχοντες ἐν ἑαυτοῖς τὸν Κύριον ἀποκαλύπτοντα αὐτοῖς ἐν τῷ Πνεύματι ἑαυτόν τε καὶ δι' ἑαυτοῦ τὸν Πατέρα.