εἰδώλῳ Μωὰβ καὶ τῷ Μελχὼμ προσοχθίσματι, τουτέστιν εἰδώλῳ υἱῶν Ἀμμών, καὶ τῇ Ἀστάρτῃ, βδελύγματι Σιδωνίων. 170 ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ. Ἀχίας ὁ Σιλωνίτης προεθέσπισε τῷ Ἱεροβοὰμ δούλῳ Σολομῶνος περὶ τοῦ μέλλειν αὐτὸν τῶν δέκα φυλῶν τοῦ Ἰσραὴλ βασιλεύειν. λδʹ, λεʹ, λϛʹ, λζʹ. Τούτῳ τῷ ἔτει Σολομῶν ἠθέλησεν ἀνελεῖν τὸν Ἱεροβοάμ. ὁ δὲ γνοὺς ἀπέδρασε πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου. καὶ ἦν ἐκεῖ ἕως οὗ ἀπέθανεν Σολομῶν, καὶ ἔλαβεν Ἱεροβοὰμ τὴν θυγατέρα Σουσακὶμ ἑαυτῷ γυναῖκα. ληʹ. Σολομῶν προφητεύων εἶπεν, Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν. ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ, καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει. λθʹ, μʹ. Μετὰ τελευτὴν Σολομῶνος, στασιάσαντος τοῦ Ἰουδαίων ἔθνους, καὶ τῆς βασιλείας αὐτῶν διαιρεθείσης, ἐν Σαμαρείᾳ δέκα φυλῶν ἡγεῖται τοῦ Ἰσραὴλ Ἱεροβοὰμ υἱὸς Ναδάβ, δοῦλος ὢν Σολομῶνος, ἐκ φυλῆς Ἐφραΐμ, ἔτη κβʹ. Ἰούδα δὲ καὶ Βενιαμὶν ἐν Ἱερουσαλὴμ βασιλεύει Ῥοβοὰμ υἱὸς Σολομῶντος, αἷς ἐπώνυμον Ἰουδαία, διὰ τὸ ἐκ φυλῆς Ἰού171 δα κρατεῖν τοὺς βασιλεῖς· ὅθεν καὶ τὸ πᾶν ἔθνος τὴν τῶν Ἰουδαίων εἴληφεν ἐπωνυμίαν. Ἱεροβοὰμ πρῶτος βασιλεύει ἐπὶ Ἰσραὴλ ἔτη κβʹ. Ἀχίας ὁ Σιλωνίτης προεφήτευεν, ὅστις ἱμάτιον καινὸν φορῶν, ἀπαντήσας τῷ Ἱεροβοὰμ ἐξιόντι ἀπὸ Ἱερουσαλὴμ διέῤῥηξεν τὸ ἱμάτιον αὐτοῦ εἰς τμήματα ιβʹ, καὶ εἶπεν αὐτῷ, Λάβε σεαυτῷ δέκα τμήματα, ὅτι διέῤῥηξε κύριος τὴν βασιλείαν ἐκ χειρὸς Σολομῶνος. καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ τῶν δέκα φυλῶν ἐν Βεθὴλ καὶ ἐν Σαμαρείᾳ καὶ τῶν πέριξ, οἳ καὶ Ἰσραὴλ ἐκλήθησαν. βʹ, γʹ, δʹ, εʹ, ϛʹ. Προφητεύει Ἀχίας ὁ Σιλωνίτης καὶ Σαμαίας υἱὸς Βαλαμεί. ζʹ. Ἱεροβοὰμ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας παρώργισε τὸν κύριον ἐπὶ εἰδωλολατρείᾳ· ποιήσας γὰρ δαμάλεις χρυσᾶς δύο τὴν μὲν μίαν ἔθηκεν εἰς Βεθήλ, τὴν δὲ ἑτέραν εἰς ∆άν. καὶ κατέστησεν ἱερεῖς ἐκ τῶν υἱῶν Λευί· Ποιήσατε ἑορτὴν τοῖς υἱοῖς Ἰσραὴλ ἐν Βεθήλ. ἀναβὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐπεποιήκει ὑψηλόν. 172 παρεφάνη αὐτῷ προφήτης παραγενόμενος ἐξ Ἰούδα λέγων, Θυσιαστήριον θυσιαστήριον. τάδε λέγει κύριος ὁ θεός Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ ∆αβίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σοί, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. καὶ ἔδωκεν τέρας λέγων, Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε κύριος, Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ οὖσα ἐν αὐτῷ. Ἀκούσαντος δὲ τοῦ Ἱεροβοὰμ ταῦτα, καὶ ἐκτείναντος τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ εἰρηκότος συλλαβέσθαι τὸν προφήτην, ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, καὶ τὸ θυσιαστήριον ἐῤῥάγη. καὶ ἡ πιότης ἐξεχύθη ἡ ἐν αὐτῷ κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν λόγῳ θεοῦ. καὶ ἠξίου τὸν προφήτην δεηθῆναι τοῦ θεοῦ, ἵνα ἐπιστρέψει ἡ χεὶρ αὐτοῦ. καὶ δεηθέντος ἀπεκατεστάθη. καὶ ἠξίου τὸν προφήτην φαγεῖν ἄρτον· καὶ οὐκ ἠθέλησεν ὁ προφήτης. καὶ οὐδ' οὕτως ἐπεστράφη πρὸς κύριον, ἀλλὰ μᾶλλον τοῖς εἰδώλοις προσανεῖχεν, καὶ πᾶς ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα τούτου, καὶ ἐγίνετο ἱερεὺς τῶν ὑψηλῶν. καὶ τοῦ παιδὸς δὲ αὐτοῦ ἀῤῥωστήσαντος ἀπέστειλε τὴν γυναῖκα αὐτοῦ ἄνω πρὸς Ἀχίαν τὸν Σιλωνίτην προφήτην· καὶ ἤκουσεν παρ' αὐτοῦ, Τεθνήξεται ὁ υἱός σου, καὶ ἐξολοθρευθήσεται τοῦ Ἱεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ τοὺς ἐν τῷ ἀγρῷ τεθνηκότας αὐτοῦ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ. 173 ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ. Ῥοβοὰμ υἱὸς Σολομῶντος ἐκ φυλῆς Ἰούδα μαʹ [ἑνὸς καθετὸς] ἐνιαυτῶν βασιλεὺς τρίτος τοῦ Ἰούδα ἔτη ιζʹ. ὁμοῦ δφκγʹ. αʹ, βʹ, γʹ, δʹ. Προεφήτευσε Σαμαίας. εʹ, ϛʹ. Τούτῳ τῷ ἔτει Ῥοβοὰμ βασιλέως Ἰούδα Σουσακὶμ βασιλεὺς Αἰγύπτου παραλαβὼν Λίβυας καὶ Αἰθίοπας καὶ Τρωγλοδύτας, ἀναβὰς εἰς Ἱερουσαλὴμ ἐσύλησε τὸν ναόν, λαβὼν τοὺς ἐν αὐτῷ θησαυροὺς καὶ τοὺς θησαυροὺς Ῥοβοὰμ καὶ τὰ δόρατα τὰ χρυσᾶ, ἃ ἔλαβεν ∆αβὶδ ἐκ χειρὸς τῶν παίδων Ἀδρωζαὰρ βασιλέως Σουβά, καὶ