De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἐνεργείας Θεοῦ πῦρ τε τὸ καυστικὸν καὶ μὴν καὶ τὸ ὕδωρ διαψύχειν 442 εἰδός, ἀλλ' ἑνὸς ἄμφω ποιήματα, τοῦ ἁπλοῦ. Καὶ εἴπερ ἐστὶν ἁπλῆς ἐνεργείας ἔργα ταυτί, καίτοι πρὸς τοσαύτην διεστηκότα τὴν πρὸς ἄλληλα διαφοράν, πῶς ἂν ἔτι τὸ τῆς ἐνεργείας πολυειδὲς τὴν ἁπλῆν οὐσίαν παραιρήσομεν, εὐσεβείας ἀφορμὴν τὴν τῆς ἀληθείας ἀναίρεσιν οὐκ οἶδ' ὅπως ὑπειληφότες; Ἄθρει δὲ, εἴ σοι δοκεῖ, καὶ ἕτερόν τι πρὸς τούτοις. Εἰ γὰρ ἐπείπερ ἐστὶν ἁπλοῦς ὁ Θεὸς ἐνεργήσει μονοειδῶς καὶ πρέπειν ἐροῦσι τοῦτο δὴ μάλιστα αὐτῷ, τί μὴ καὶ ἁπλῆν ἐνεῖναι πιστεύουσι τὴν διάθεσιν αὐτῷ; {Β.} Πῶς λέγεις; {Α.} Οὐ γάρ, ὦ βέλτιστε, καταμυσάττεται μὲν καὶ κατα σκώπτει τοὺς πονηρούς, καὶ κατεστυγημένον ποιεῖται τὸν ἀλιτήριον, ἐπιγάννυται δὲ τοῖς ὁσίοις, καὶ τὸ ἐπαινεῖσθαι πρέπειν τοῖς τὴν ἕξιν ἀγαθοῖς ἀπονέμει; {Β.} Πῶς γὰρ οὔ; {Α.} Συγχωρήσεις δὲ εἶναι κίνημα μὲν εἰς ὀργήν, τὴν κατὰ τῶν πλημμελούντων κόλασιν, πρᾳότητος δὲ καρπὸν ἥπερ ἂν γένοιτο τυχὸν εἰς ἁγίους τιμή τε καὶ χάρις; {Β.} Συγχωρῶ, καὶ γὰρ ὧδε ἔχει. {Α.} Οὐκοῦν, ἐπείτοι φασὶ τὴν θείαν ἁπλῆν εἶναι φύσιν, ἐξέστησάν τε διὰ τοῦτο αὐτῆς τὸ τῆς ἐνεργείας πολυειδές, ἁπλῆν ἔχειν οἰέσθωσαν καὶ οὐ πολλὴν ἐν ἑαυτῷ τὴν διάθεσιν. Οὐκοῦν, οἷς ἂν ἐπαινῇ, τούτοις ἄν, οἶμαι, καταμωμήσαιτο· καὶ οἷς ἂν ἀγάσαιτο, πάντως που καὶ καταψέξειε. Καὶ τὸ μὲν θυμοῦ καὶ ὀργῆς ἐνέργημα, πρᾳότητος ἔσται καρπός, εἶναι δὲ ταὐτὸν καταλογιούμεθά που τῇ πρᾳότητι τὴν ὀργήν. Προσθείην δ' ἂν ἔγωγε τοῖς εἰρημένοις καὶ τόδε· φύσις μὲν γὰρ θεότητος μία καὶ ἁπλῆ· φαμὲν δὲ αὐτὴν εἶναι ζωήν τε καὶ δύναμιν καὶ σοφίαν καὶ δόξαν. Καὶ ζωῇ μὲν ζῇ τὸ ζωοποιούμενον, δυνάμει δὲ δυναμοῦται τὸ δυναμού μενον καὶ σοφίᾳ σοφοῦται τὸ σοφούμενον, δόξῃ δὲ δοξάζεται τὸ δόξης ἐπιδεές, ἤτοι τὸ δοξαζόμενον. Ἦ οὐκ ἀληθὲς ὅ φημι; {Β.} Καὶ μάλα. {Α.} Οὐσίας δὲ τῆς ἁπλῆς πῶς ἂν γένοιτο καρπὸς τὸ πολυειδὲς εἰς ἐνέργειαν, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημ μένον; Ἐνεργεῖ δὲ πολυτρόπως, καίτοι τὴν φύσιν ἁπλοῦς ὢν ὁ Θεός. Ἆρ' οὖν, ὦ Ἑρμεία, δοίης ἂν εἶναί τι τῶν τοιούτων τὸ παραλογώτερον; Οὐ γὰρ ἄμεινον παραπολὺ καὶ λογισμοῦ τοῦ καθήκοντος ὁρᾶται μεμεστωμένον τὸ ἁπλοῦν μὲν εἶναι τὴν φύσιν οἴεσθαι τὸν Θεόν, τὸ δὲ ὅπως ἔχει καὶ ἐνεργεῖ διαφόρως ἐξεπίστασθαι παραχωρεῖν αὐτῷ δὴ καὶ μόνῳ, πολυπραγμονεῖν δὲ οὐκ ἔτι; Θεὸς γὰρ καὶ τὰ αὐτοῦ πάντως που καὶ ὑπὲρ νοῦν καὶ λόγον. 443 {Β.} Εὖ ἔφης. {Α.} ∆ιακεισόμεθα τοίνυν οὐκ ἀσυνετοῦντες ἡμεῖς ξηρὰν οὔ τί που καὶ ἄγονον τοῦ αὐτῇ πρέποντος καὶ ἰδίου καρποῦ τὴν τῶν ὅλων γενεσιουργὸν ἀπομεῖναι φύσιν, πρὸς ἣν δὴ πάντα τὰ καρπογόνα μεμόρφωται, καὶ κατ' αὐτὸ δὴ τοῦτο καρπογόνα. {Β.} Ἄμεινον δή που καὶ ἀσυγκρίτως· προσαπαιτήσουσι δέ, κατὰ τὸ εἰκὸς εἰπεῖν, πῶς ἂν νοοῖτο γεγεννηκὼς ὁ Πατήρ. Εἶτά τι μὴ πεπονθὼς τῶν ὅσα παρέπεσθαι τοῖς γεννῶσι φιλεῖ, μερισμὸν δὴ λέγω καὶ ἀπορροήν· ἢ πῶς ἂν εἴη τοῦ αἰτιατοῦ πάντη τε καὶ πάντως οὐκ ἐν πρεσβυτέρᾳ νοήσει τε καὶ θέσει τὸ αἴτιον αὐτοῦ; {Α.} Παγχάλεπον, ὦ Ἑρμεία, καὶ δυσδιεξίτητον κομιδῇ τὸ χρῆμά ἐστι, καὶ τοῖς ὅτι μάλιστα κατεγλωττισμένοις ἀστιβὲς εἰπεῖν, μᾶλλον δὲ καὶ αὐτὸ τὸ συνιέναι μόνον. Νῷ τε γὰρ δὴ τὰ ὑπὲρ νοῦν οὐχ ἁλώσιμα, λόγῳ τε τὰ ὑπὲρ λόγον διατρανοῦν οὐκ ἔνεστιν. Ὅτι μὲν γὰρ Πατὴρ ὁ Θεὸς καὶ γεγέννηκεν ἀληθῶς ἐξ ἰδίας ἡμῖν οὐσίας τὸν Υἱὸν παραδέδωκεν ἡ πίστις, κατεσφράγισε δὲ καὶ ἀληθὲς ὂν ἀπέφηνεν ἡ θεόπνευστος Γραφή, Πατέρα καὶ γέννησιν ὀνομάζουσα πανταχῆ. Οἶμαι δὲ δεῖν οὐκ ἔτι τὸ πίστει παραδεχθὲν θρασυτέραις ὥσπερ ἐκβασανίζειν ἐρεύναις. Πίστις γὰρ οὐκέτι τὸ ζητούμενον. Ὅνπερ γὰρ τρόπον "ἐλπὶς βλεπο μένη οὐκ ἔστι ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ὑπομένει;" κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν, οὕτω δὴ πίστις ἐρευνωμένη καὶ οὐκ ἔχουσα τὸ ἀζήτητον πίστις οὐκ ἂν εἴη, κατὰ τὸν ἴσον ἐλπίδι λόγον. Τὸ γάρτοι πίστει τετιμη μένον βασάνου πάντως ἐλεύθερον. Χρῆναι δὴ οὖν ἔγωγέ φημι, καθάπερ ἀμέλει τὸν προσιόντα Θεῷ, πιστεύειν μὲν ὅτι ἔστι, ζητεῖν δὲ οὐκέτι· οὕτω διακεῖσθαι καὶ φρονεῖν ὅτι καὶ Πατὴρ ὁ Θεὸς καὶ γεγέννηκε, τὸ δὲ ἀνορύττειν ὅπως, ὡς