34
ἀδύνατον τὰς ἐναντίας οὐσιώδεις διαφορὰς ἐν μιᾷ φύσει συνυπάρξαι ἀλλήλαις· τούτων γὰρ ἔργον ἐστὶν ἀποδιιστᾶν ἀλλήλων τὰς φύσεις, ἐν αἷς ὑπάρξουσι. Καὶ πάλιν ἀδύνατον τὰ ἅπαξ καθ' ἑαυτὰ ὑποστάντα ἑτέραν ἀρχὴν ὑποστάσεως σχεῖν· ἡ γὰρ ὑπόστασις ἡ καθ' ἑαυτό ἐστιν ὕπαρξις. Ἰστέον δέ, ὡς ἐπὶ τῆς ἁγίας τριάδος ὑπόστασίς ἐστιν ὁ ἄναρχος τρόπος τῆς ἑκάστου ἀιδίου ὑπάρξεως. Χρὴ δὲ εἰδέναι, ὅτι, ἡνίκα σύνθετος γένηται φύσις, δεῖ ὁμόχρονα τὰ μέρη εἶναι καὶ ἐξ ἑτέρων ἕτερον ἀποτελεῖται μὴ φυλάττον ἀλλὰ τρέπον καὶ ἀλλοιοῦν τὰ ἐξ ὧν συνετέθη, ὡς ἐκ τῶν τεσσάρων στοιχείων ἀποτελουμένου τοῦ σώματος ἄλλο ἐξ ἄλλων γέγονε καὶ οὔτε πῦρ τέλειον οὔτε τι τῶν ἄλλων ἐστὶν ἢ λέγεται, καὶ ὡς ἐξ ἵππου καὶ ὄνου ἡμίονος· οὔτε γὰρ ἵππος οὔτε ὄνος ἐστὶν ἢ λέγεται ἀλλ' ἐξ ἑτέρων ἕτερον, μηδ' ὁπότερον τῶν, ἐξ ὧν συνετέθη, φυλάττον ἀσύγχυτόν τε καὶ ἄτρεπτον. 68 <Ὅροι διάφοροι> Ἀνάγκη ἐστὶ βίας αἰτία. -Στοιχεῖόν ἐστι κοινῶς μέν, ἐξ οὗ τι γίνεται πρώτου, καὶ εἰς αὐτὸ ἐπ' ἐσχάτου ἀναλύεται· ἰδίως δὲ στοιχεῖόν ἐστιν, ἐξ οὗ γίνεται σῶμα καὶ εἰς αὐτὸ ἀναλύεται, οἷον πῦρ, ὕδωρ, ἀήρ, γῆ. Πῦρ ἐστι σῶμα λεπτομερέστατον καὶ θερμότατον καὶ ξηρότατον· γῆ ἐστι σῶμα ξηρότατον καὶ βαρύτατον· ὕδωρ ἐστὶ σῶμα ὑγρὸν καὶ ψυχρότατον· ἀήρ ἐστι σῶμα ὑγρότατον καὶ μαλακόν. Γένεσίς ἐστι κίνησις κατ' οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· φθορά ἐστι κίνησις ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι. Αὔξησίς ἐστι κίνησις ἐν τῷ ποσῷ κατὰ μέγεθος· φθίσις ἐστὶ κίνησις ἐν τῷ ποσῷ κατὰ μείωσίν τε καὶ ἐλάττωσιν. Ἀλλοίωσίς ἐστι κίνησις ἐν τῷ ποιῷ κατὰ μεταβολήν. Φορά ἐστι κίνησις ἐκ τόπου εἰς τόπον· περιφορά ἐστι κίνησις ἐν τῷ αὐτῷ τόπῳ. Αὐτοκινησία ἐστὶν ἡ τῆς ψυχῆς ἐν τοῖς ζῴοις κίνησις. Χρόνος ἐστὶ μέτρον κινήσεως καὶ ἀριθμὸς τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου. Ἡμέρα ἐστὶν ἡλίου ὑπὲρ γῆς φορὰ ἢ χρόνος, ἐν ᾧ ὁ ἥλιος ὑπὲρ γῆς φέρεται· νύξ ἐστι σώματος τῆς γῆς σκιὰ ἢ χρόνος, ἐν ᾧ ὁ ἥλιος ὑπὸ γῆν φέρεται. Νυχθήμερόν ἐστι κόσμου περιστροφή. Μήν ἐστι χρόνος ἀπὸ συνόδου σελήνης πρὸς ἥλιον ἐπὶ τὴν ἑξῆς σύνοδον. Ἐνιαυτός ἐστι χρόνος, ἐν ᾧ ὁ ἥλιος τὸν ζωδιακὸν διέξεισι κύκλον. Καιρός ἐστι χρόνος κατορθώματος· ἀκαιρία ἐστὶ λεῖψις καιροῦ κατὰ ἐπιτυχίαν προθυμίας τοῦ ζητουμένου. Ὥρα ἐστὶ μέρος ἐνιαυτοῦ τὸ τέταρτον ἢ τῆς ἡμέρας τὸ δωδέκατον ἢ ἀκμὴ ψυχῆς ἢ σώματος ἄνθος ἢ νεότητος κάλλος. Ἔαρ ἐστὶ χρόνος, ἐν ᾧ τὸ ὑγρὸν ἐπικρατεῖ· θέρος ἐστὶ χρόνος, ἐν ᾧ τὸ θερμὸν ἐπικρατεῖ· φθινόπωρόν ἐστι χρόνος, ἐν ᾧ τὸ ξηρὸν ἐπικρατεῖ· χειμών ἐστι χρόνος, ἐν ᾧ τὸ ψυχρὸν ἐπικρατεῖ. Πωγωνίας ἐστὶν ἀστροειδὲς πυρὸς ἄθροισμα ἔμπροσθεν ἔχον τὰς ἀκτῖνας. Κομήτης ἐστὶ πυροειδὲς ἄστρων ἄθροισμα κόμης κεφαλῆς δίκην κύκλωθεν ἐκπέμπων ἀκτῖνας. ∆οκίας ἐστὶν ἀστροειδὴς κοντὸς ἤγουν δοκὸς τὴν πυρώδη ἐπὶ τὰ ἄνω ἐκπέμπων ἀκτῖνα. Λαμπάς ἐστιν ἄναψις καὶ ἄθροισμα πυρός. Ἶρίς ἐστιν ἔμφασις ἡλίου σεμνοειδὴς ἐν νέφει κοίλῳ καὶ δροσώδει ἐν κύκλου τάξει φαινομένη περιφερὴς ὡς ἐν κατόπτρῳ πρὸς αἴσθησιν ἢ ἔμφασιν ἄστρου διὰ πύκνωσιν ἀέρος γινομένη. Παρήλιός ἐστι νέφος περιφερές, πυκνόν, ὅμοιον ἡλίῳ, ἢ ἔμφασις ἡλίου ἐν νέφει πυκνῷ καὶ λείῳ. Κεραυνός ἐστιν ἑλικοειδὲς πνεῦμα κίνησιν ποιοῦν διάπυρον καὶ ἄνωθεν κάτω διὰ πυρὸς φλογώδους φερόμενον καὶ ἐμπυρίζον κύκλῳ. Τυφώς ἐστι ἑλικοειδὴ κίνησις ἀέρος ζοφώδους ἄνωθεν ἐπὶ γῆς τεταμένη. Πρηστήρ ἐστιν ἑλικοειδὴς κίνησις διαυγοῦς ἀέρος ἄνωθεν κάτω φερομένη. Σκηπτός ἐστι κεραυνὸς ἄνευ νεφῶν. Χάλαζά ἐστιν ὁλοπαγὲς ὕδωρ ὑπὲρ γῆς πεπηγυῖα· κρύσταλλός ἐστιν ὁλοπαγὲς ὕδωρ ἐπὶ γῆς· χιών ἐστιν ἡμιπαγὲς ὕδωρ διὰ νεφῶν ἐπὶ γῆν καταβαίνουσα· πάχνη ἐστὶν ὁλοπαγὲς ὕδωρ δι' ἄλλης ὑγρᾶς ὕλης ἐπὶ γῆς πεπηγυῖα. Ὄμβρος ἐστὶν ἀθρόον ὕδωρ ἐκ νεφῶν ἐκκρινόμενον· ὑετός ἐστι ψεκάδων ἄθροισμα· ψεκάς ἐστι νοτὶς ἀθρόα σταγόνων. Ὀμίχλη ἐστὶ σύστασις πρὸ νέφους· ἀτμός ἐστι πλῆθος ἀναθυμιάσεων ἐπὶ γῆς. Λίμνη ἐστὶν ὕδωρ πολύ, γλυκὺ καὶ ἄθρουν διὰ κοίλου καὶ κατάντους χωροῦν ἐν συστάσει. Θάλασσά ἐστιν ὕδωρ ἁλμυρὸν καὶ πικρὸν τὰ κοῖλα τῶν κόλπων πληροῦν τῆς κατωτάτης γῆς. Κρήνη ἐστὶν ἀπόῤῥυτος