34
ἑτέρου γὰρ ἐπεισαγωγὴ πρὸς υἱοθεσίαν θεσπεσίου λαοῦ καὶ εὐσεβοῦς ἠλπίζετο, κατὰ Θεὸν κτιζομένου καὶ εἰς υἱοθεσίαν προσαγομένου τὴν ἐν χάριτι διὰ τῆς ἐκβολῆς τοῦ πρωτοτόκου καὶ ἀπίστου Ἰσραήλ, ἐπαναστάντος τῷ νοητῷ Ἄβελ διὰ φθόνον καὶ ἀποκτείναντος κατὰ τὸν Κάϊν, καὶ ἐμπαίξαντος τῷ θείῳ τρόπῳ τοῦ νοητοῦ Ἰσαὰκ κατὰ τὸν Ἰσμαήλ, καὶ μανέντος κατὰ τοῦ νοητοῦ Ἰακὼβ ὡς Ἡσαῦ, καὶ τὸ σπέρμα τῆς πίστεως καὶ τῆς κατ᾽ αὐτὴν δικαιοσύνης εἰς τὴν γῆν τῆς πλάνης καὶ τῶν παθῶν ἐκχέαντος κατὰ τὸν Ἢρ καὶ Αὐνάν, καὶ 14Β_148 τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ὡς ἐκεῖνοι τὴν Θάμαρ, ἀρνησαμένου, καὶ τὴν λήθην οἰκειωσαμένου τῶν ἀρετῶν κατὰ τὸν Μανασσῆν, καὶ ἐπὶ τῷ νοητῷ ∆αβὶδ λαβόντι τὴν βασιλείαν ἐξ ὑπερηφανίας διαπονηθέντος καὶ διὰ τοῦτο ἐξουδενωθέντος κατὰ τὸν Ἐλιάφ, καὶ ξένης παρανομίας γενομένου δημιουργοῦ κατὰ τὸν Ἀμνών, οὐ τούτους τοὺς ἀλλοτρίους υἱοὺς καὶ χωλάναντας ἀπὸ τῶν τρίβων αὐτῶν, τοὺς μανίας καὶ φόνου πνέοντας, τοὺς σαρκικοὺς ὄντως καὶ σαρκῶν μόνων υἱούς, τοὺς ξένους τῆς χάριτος, ὧν Θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, ὧν τῆς ἀπιστίας ἀπόλοιτο τὸ μνημόσυνον μετ᾽ ἤχου, ἀλλ᾽ ὡς ἔφην, τὸν πιστὸν καὶ πνευματικὸν Ἰσραὴλ καὶ ὁρῶντα Θεὸν διὰ τῆς πίστεως, τὸν ἐκ πάντων τῶν ἐθνῶν συνειλεγμένον κατ᾽ ἐκλογὴν χάριτος εἰς περιποίησιν λαὸν καὶ ἅγιον ἔθνος καὶ βασίλειον ἱεράτευμα ἐπηγγείλατο δώσειν διὰ τοῦ ἀγγέλου πρὸς τὴν παρθένον χρηματίζων ὁ Θεὸς τῷ ἐξ αὐτῆς τεχθησομένῳ Σωτῆρι τῶν ὅλων· ὅπερ δι᾽ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως τὴν οἰκείαν ἐδέξατο πίστωσιν, τοῦ Κυρίου τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας πληρώσαντος καὶ πάντα τὰ ἔθνη ἐν τῷ νοητῷ Ἀβραὰμ ἐνευλογήσαντός τε καὶ υἱοθετήσαντος καὶ πάντων τῶν ἐθνῶν καταστήσαντος ἐν Πνεύματι διὰ τῆς πίστεως αὐτὸν πατέρα τὸν Ἀβραὰμ καὶ καθεσθέντος ἐν τῷ πνευματικῷ θρόνῳ τοῦ ∆αβὶδ καὶ βασιλεύοντος ἐπὶ τὸν πιστὸν οἶκον τοῦ Ἰακὼβ εἰς τοὺς αἰῶνας βασιλείαν πέρας οὐκ ἔχουσαν.
ΣΧΟΛΙΑ 1. Ἐπί τοῦ Ἱεροβοάμ ἀπέστη ὁ Ἰσραήλ τοῦ οἴκου ∆αβίδ ἀπιστήσας τῷ Θεῷ. 2. Ἀπαρίθμησις τῶν ἀπό τοῦ αἰῶνος ἐκβεβλημένων πρωτοτόκων, οἷς
εἰκαζόμενος καί ὁ Ἰσραηλίτης λαός. Κἄν δῶμεν περί αὐτοῦ συμπεριφορικῶς εἰρῆσθαι τό· Υἱός μου πρωτότοκος Ἰσραήλ, ὡς πρωτότοκος ἀποβέβληται διά τήν τοῦ 14Β_150 μετ᾿ αὐτόν εἰσποιηθέντος λαοῦ τῶν ἐθνῶν διά πίστεως κλῆσιν.
3. Τούς ἐπιβουλευθέντας ὑπό τῶν πρωτοτόκων ἀδελφούς, φέρειν τύπον φησί τοῦ Κυρίου καί τοῦ κατά πίστιν νέου λαοῦ.
Κ∆ (24). ΠΕΡΙ ΤΟΥ "∆ΙΕΛΘΩΝ ΠΡΩΤΗΝ ΚΑΙ ∆ΕΥΤΕΡΑΝ ΦΥΛΑΚΗΝ". 24. ΕΡΩΤΗΣΙΣ Κ∆' Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι περὶ τοῦ Πέτρου κείμενον διελθόντες πρώτην
φυλακὴν καὶ δευτέραν, ἤλθομεν ἐπὶ τὴν πύλην τὴν σιδηράν; Ἀπόκρισις. Ὁ πιστὸς κατὰ τὸν ἅγιον Πέτρον καὶ πρακτικὸς νοῦς, ὑπὸ Ἡρῴδου
κρατούμενος, τοῦ δερματίνου νόμουδερμάτινος γὰρ ὁ Ηρῴδης ἑρμηνεύεται, ὅπέρ ἐστι τὸ φρόνημα τῆς σαρκός, ὑπὸ δύο συγκλείεται φυλακὰς καὶ μίαν πύλην σιδηράν, πολεμούμενος ἔκ τε τῆς τῶν παθῶν ἐνεργείας καὶ τῆς κατὰ διάνοιαν ἐπὶ τοῖς πάθεσι συγκαταθέσεως· ἅστινας καθάπερ φυλακάς, ἤγουν εἱρκτάς, διὰ τοῦ λόγου τῆς πρακτικῆς φιλοσοφίας ὡς δι᾽ ἀγγέλου διαπεράσας, ἔρχεται ἐπὶ τὴν πύλην τὴν σιδηράν, τὴν φέρουσαν εἰς τὴν πόλιν, τὴν πρὸς τὰ αἰσθητὰ λέγω τῶν αἰσθήσεων στερρὰν καὶ ἀπότομον καὶ δυσκαταμάχητον σχέσιν· ἣν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας διανοίγων λόγος, αὐτοματὶ πρὸς τὰ συγγενῆ νοητὰ λοιπὸν ἀφόβως τὸν νοῦν παραπέμπει, τῆς Ἡρῴδου μανίας ἐλεύθερον.