τῶν υἱῶν ἠξιώθη τιμῆς. Τίνες δὲ ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύνες, καὶ κυκλώσουσι πόλιν, ἀλλ' η αν οἱ ανδρες τῶν αἱμάτων καὶ οἱ ἐρ γαζόμενοι τὴν ἀνομίαν; διὰ τί δὲ εἰς ἑσ πέραν; ἐπειδὴ ἐπὶ συντελεία τοῦ αἰῶνος ε μελλε ταῦτα γίνεσθαι. - ̓Αντὶ δὲ τοῦ, λιμώ ξουσι ὡς κύνες, ὁ μὲν ̓Ακύλας· Καὶ ὀχλω σάτωσαν ὡς κύων, ὁ δὲ Σύμμαχος· Καὶ συνηχήσουσιν ὡς κύνες, ἡρμήνευσαν. Καὶ ὁ Θεοδοτίων· ̓Ηχήσουσιν ὡς κύων. - ̓Αντι κρὺς διὰ τούτων ὀψέ ποτε κατὰ τοὺς χρό νους τῆς τοῦ σωτῆρος ἡμῶν ἀφίξεως, ὁμοί ως τῷ τότε Σαοὺλ, τὸν ἀναίτιον διώξαντι, μέλλονται καὶ αὐτοὺς τὸν Χριστὸν πολεμεῖν, κύνας ὠνόμασεν· ἐπεὶ καὶ διὰ τοῦ προφήτου ̔Ησαΐου τὸ αὐτὸ αγιον Πνεῦμα περὶ τῶν αὐ τῶν ἐδίδαξε· Πάντες κύνες ἐνεοὶ, οὐκ εἰδό τες ὑλακτεῖν. Καὶ ἐν τῷ καʹ ψαλμῷ τὰ πάθη τοῦ σωτῆρος διαγράφοντι, μετὰ τῶν αλλων, ἐξ αὐτοῦ προσώπου λέλεκται τοῦ σωτῆρος· Περιεκύκλωσάν με κύνες πολλοί. -Ουτοι δὴ ουν λιμώξουσι, τοῦ τῆς ζωῆς αρτον στερη θέντες, ἐπεὶ μὴ παρεδέξαντο τὸν οὐράνιον αρτον καὶ τροφὴν τὴν σωτήριον. Ειτα δὲ καὶ τῆς αὐτῶν πόλεως, ην κακῶς ῳκησαν, ἀπελαθήσονται, ὡς μηκέτι ταύτης ἐπιβαί νειν τολμᾶν, ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν. ∆ιὸ καὶ μέχρι τῆς σήμερον ὁρῶντες τοὺς ορους καὶ κύκλῳ πε ριϊόντες, πόῤῥωθεν ιστανται· εξωθεν δὲ κυκ λοῦντες, πίστιν ἐπάγουσι τῇ μετὰ χεῖρας λε γούσῃ γραφῇ· ̓Επιστρέψουσι καὶ λιμώξου σιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. 58.9,12 Καὶ σὺ, Κύριε, ἐκγελάσῃ αὐ τοὺς, ἐξουδενώσεις πάντα τὰ εθνη. ̔Ο Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. Μὴ ἀ ποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου. ∆ιασκόρπισον αὐτοὺς ἐν τῇ δυ νάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερα σπιστής μου, Κύριε. ̓Αλλὰ γὰρ καὶ ταῦτα τὸ πνεῦμα τὸ προ φητικὸν ἐκ προσώπου τοῦ Σωτῆρος ἀναφω νεῖ περὶ τῶν ἐπαναστάντων αὐτῷ, περὶ ων ἐλέγετο· Καὶ λαοὶ ἐμελέτησαν κενὰ, καὶ τὰ ἑξῆς. Τούτους ουν, τοὺς εἰς κενὸν τὰς περὶ αὐτοῦ προφητείας μελετήσαντας, τούς τε αρχοντας αὐτῶν καὶ καθηγουμένους μὴ ἀποκτείνῃς, φησὶν, ἀλλὰ διεσκόρπισον. Ευ χεται δὲ αὐτοὺς καὶ καθαιρεθῆναι τοῦ ἀξιώ ματος, ο δὲ καὶ γέγονεν· οὐκέτι νῦν βασι λεὺς, οὐδὲ ἀρχιερεὺς, οὐδὲ προφήτης, ἀλλ' οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι καὶ Σαδδου καῖοι παρ' αὐτοῖς εἰσίν. Οὐ μὴν καὶ ἀπο κτανθῆναί φησιν· διὸ συνέστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν παιδῶν ἡ διαδοχὴ πληθύνει. Οὐ γὰρ ἀπεκτάνθησαν, οὐδ' ἐξ ἀνθρώπων ἀπέσβησαν, ἀλλ' εἰσὶ μὲν καὶ ὑφεστήκασιν, ουτως δὲ ὡς καταβεβλημένοι καὶ κατενηνε γμένοι ης πάλαι ἠξιῶντο παρὰ Θεῷ τιμῆς. ̓Αλλὰ καὶ διασκόρπισον αὐτοὺς, φησὶν, ἐν τῇ δυνάμει σου· ο δὴ καὶ γέγονεν. Εἰς πᾶ σαν αὐτοὺς σκέδασον τὴν οἰκουμένην, καὶ ποίησον σποράδας καὶ μετανάστας, ἐπειδὴ κατὰ σοῦ κέχρηνται συμφωνίᾳ. Τί δὲ αὐτὴ διδάσκει; ̔Ετέρα δὲ γραφὴ, ἀντὶ τοῦ· μή ποτε ἐπι λάθωνται τοῦ νόμου σου, τοῦ λαοῦ σου πε ριέχει· εἰ γὰρ ησαν ἐξ ἀνθρώπων ἀφανισ θέντες, μηδαμοῦ μηδαμῶς ἐν ζωῇ οντες, οὐκ αν ειδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ' αν εγ νωσαν ἀνθοῦσαν τὴν ἐμὴν ἐκκλησίαν. ∆ια σκόρπισον τοίνυν αὐτοὺς ἁπανταχῆ γῆς, εν θα μέλλει καὶ ἡ ἐκκλησία συνίστασθαι, ο πως βλέποντες τὴν ὑπ' ἐμοῦ θεμελιωθεῖσαν ἐκκλησίαν, εἰς ζῆλον ερχοιντο θεοσεβείας. Οὐκοῦν καὶ ταῦτα ὁ σωτὴρ ὑπὲρ αὐτῶν ηυ χετο. 58.13,14 ̔Αμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν. Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσι. Αλλος· ̔Αμαρτίαν στόματος αὐτῶν λόγον χειλέων αὐτῶν· καταληφθήσονται ἐν ὑπε ρηφανίᾳ, καὶ ἐξ ἀρᾶς καὶ ἐξ ἀρνήσεως διη γήσονται· τέλεσον, ἐν χόλῳ τέλεσον, καὶ οὐχ ὑπάρχουσιν. Σύμμαχος· Τῇ ἁμαρτίᾳ τοῦ στόματος αὐτῶν, ἀρὰν καὶ ψεῦδος λα λοῦντες. Συντέλεσον ἐν θυμῷ, συντέλεσον, καὶ οὐκ εἰσίν. Πάλιν κἀνταῦθα τὴν αἰτίαν παρίστησι. ∆ιὰ τί γὰρ ταῦτα παθεῖν αὐτοὺς ἠξίου ἀναγ καίως, διδάσκει λέγων· δι' ἁμαρτίαν στό ματος αὐτῶν καὶ διὰ λόγον χειλέων αὐτῶν. Καὶ εστι θαυμάσαι τὸ ἀκριβὲς τῆς τοῦ ἁ γίου Πνεύματος