καὶ ἵνα τί προέλ θω;" Λέγει αὐτῇ· "Εἰ ἀπέθανες τῷ κόσμῳ καί σοι ὁ κόσ μος, ταὐτόν σοί ἐστι καὶ προελθεῖν καὶ μὴ προελθεῖν· πρόελθε οὖν". Προῆλθε· καὶ μετὰ τὸ προελθεῖν αὐτὴν ἔξω καὶ ἐλθεῖν ἕως ἐκκλησίας τινὸς λέγει αὐτῇ ἐν τῇ ἐκκλησίᾳ· "Οὐκοῦν εἰ θέλεις με πληροφορῆσαι ὅτι ἀπέθανες καὶ οὐκέτι ζῇς ἀνθρώποις ἀρέσκουσα, ποίησον ὃ ποιῶ, καὶ οἶδα ὅτι ἀπέθανες. 37.15 Ἐκδυσαμένη κατ' ἐμὲ πάντα σου τὰ ἱμάτια ἐπὶ τῶν ὤμων θὲς καὶ πάρελθε μέσην τὴν πόλιν ἐμοῦ προ λαμβάνοντος τῷ σχήματι τούτῳ". Λέγει αὐτῷ ἐκείνη· "Σκανδαλίζω πολλοὺς ἐπὶ τῷ ἀσχήμῳ τοῦ πράγματος, καὶ ἔχουσι λέγειν ὅτι Ἐξέστη καὶ δαιμονιῶσά ἐστιν". Ἀπε- κρίθη αὐτῇ· "Καί σοι τί μέλει ἐὰν εἴπωσιν ὅτι Ἐξέστη καὶ δαιμονιῶσά ἐστι; Σὺ γὰρ αὐτοῖς ἀπέθανες". Τότε λέγει αὐτῷ ἐκείνη· "Εἴ τι ἄλλο θέλεις ποιῶ· εἰς τοῦτο γὰρ τὸ μέτρον οὐδὲ εὔχομαι ἐλθεῖν". 37.16 Τότε λέγει αὐτῇ· "Ἴδε οὖν μηκέτι μέγα φρόνει ἐπὶ σεαυτῇ ὡς πάντων εὐλαβεστέρα καὶ ἀποθανοῦσα τῷ κόσμῳ· ἐγὼ γάρ σου νεκρότερός εἰμι, καὶ ἔργῳ δείκνυμι ὅτι ἀπέθανον τῷ κόσμῳ· ἀπαθῶς γὰρ καὶ ἀνεπαισχύντως τοῦτο ποιῶ". Τότε καταλείψας αὐτὴν ἐν ταπεινοφροσύνῃ καὶ κλάσας αὐτῆς τὸν τῦφον ἀνεχώρησε. Πολλὰ δέ ἐστι καὶ ἄλλα ἃ πεποίηκε θαυμαστὰ πράγματα τὰ συντείνοντα εἰς ἀπάθειαν. Οὗτος τελευτᾷ ἑξηκοστὸν ἄγων ἔτος τῆς ἡλικίας, ἐν αὐτῇ τῇ Ῥώμῃ ταφείς. 38 .tΠερὶ Εὐαγρίου 38.1 Τὰ κατὰ Εὐάγριον τὸν ἀοίδιμον διάκονον, ἄνδρα βεβιωκότα κατὰ τοὺς ἀποστόλους, οὐ δίκαιον ἡσυχάσαι, ἀλλὰ ταῦτα γραφῇ παραδοῦναι εἰς οἰκοδομὴν τῶν ἐντυγχα νόντων καὶ δόξαν τῆς ἀγαθότητος τοῦ σωτῆρος ἡμῶν, ἄξιον ἡγησάμενος ἄνωθεν ἐκτιθέναι, πῶς τε ἦλθεν ἐπὶ τὸν σκοπόν, καὶ ὅπως αὐτὸν ἐξασκήσας ἀξίως τελευτᾷ πεντήκοντα τεσ σάρων ἐτῶν ἐν τῇ ἐρήμῳ, κατὰ τὸ γεγραμμένον· "Ἐν ὀλίγῳ χρόνῳ ἐπλήρωσεν ἔτη πολλά". 38.2 Οὗτος τῷ μὲν γένει ἦν Ποντικὸς πόλεως Ἰβορῶν, υἱὸς χωρεπισκόπου· ἀναγνώστης κεχειροτόνηται παρὰ τοῦ ἁγίου Βασιλείου τοῦ ἐπισκόπου τῆς ἐκκλησίας Καισαρέων. Μετὰ οὖν τὸν θάνατον τοῦ ἁγίου Βασιλείου προσσχὼν αὐτοῦ τῇ ἐπιτηδειότητι ὁ σοφώτατος καὶ ἀπαθέστατος καὶ παιδείᾳ διαλάμπων Γρηγόριος ὁ Ναζιανζηνὸς ἐπίσκοπος προχειρίζε ται διάκονον. Ἐκεῖθεν ἐν τῇ μεγάλῃ συνόδῳ τῇ κατὰ Κων σταντινούπολιν καταλιμπάνει αὐτὸν τῷ μακαρίῳ Νεκταρίῳ τῷ ἐπισκόπῳ διαλεκτικώτατον ὄντα κατὰ πασῶν τῶν αἱ ρέσεων. Ἤνθει δὲ ἐν τῇ μεγάλῃ πόλει λόγοις νεανιευόμενος κατὰ πάσης αἱρέσεως. 38.3 Συνέβη οὖν τοῦτον σφοδρῶς παρὰ πάσης τῆς πόλεως τιμώμενον, εἰδώλῳ περιπαγῆναι γυναι κικῆς ἐπιθυμίας, ὡς αὐτὸς ἡμῖν διηγήσατο, ὕστερον ἐλευθε ρωθεὶς τὸ φρονοῦν. Ἀντηράσθη τούτου πάλιν τὸ γύναιον· ἦν δὲ τῶν μεγιστάνων. Ὁ οὖν Εὐάγριος τὸν θεὸν φοβούμε νος καὶ τὸ ἑαυτοῦ αἰδούμενος συνειδός, καὶ πρὸ ὀφθαλμῶν θέμενος τὸ μέγεθος τῆς αἰσχημοσύνης καὶ τὸ ἐπιχαιρεσίκακον τῶν αἱρέσεων, ηὔξατο τὸν θεὸν ἱκετεύων ὅπως παρ' αὐτοῦ ἐμποδισθῇ. Τῆς οὖν γυναικὸς ἐπικειμένης καὶ λυττώσης θέλων ἀναχωρῆσαι οὐκ ἴσχυε, δεσμοῖς τῆς θεραπείας ταύτης κατεχόμενος. 38.4 Μετ' οὐ πολὺ δὲ τῆς εὐχῆς αὐτοῦ προ κοψάσης πρὸ τῆς τοῦ πράγματος πείρας, ἐπέστη αὐτῷ ἀγ γελικὴ ὀπτασία ἐν σχήματι στρατιωτῶν τοῦ ὑνάρχου, καὶ ἁρπάζει αὐτὸν καὶ ἄγει ὡς ἐν δικαστηρίῳ καὶ βάλλει αὐτὸν εἰς τὴν λεγομένην κουστωδίαν, κλοιοῖς σιδηροῖς καὶ ἁλύσε σιν αὐχένα καὶ χεῖρας καταδησάντων, τῶν ἐπ' αὐτὸν ἐλθόν των δῆθεν τὴν αἰτίαν οὐ λεγόντων. Αὐτὸς δὲ τῇ συνειδήσει ᾔδει ὅτι χάριν ταύτης ὑφίσταται ταῦτα, προσδοκήσας τὸν ἄνδρα αὐτῆς ἐντετυχηκέναι. 38.5 Ἐν τῷ οὖν λίαν αὐτὸν ἀγω νιᾶν ἄλλης δίκης πραττομένης καὶ βασανιζομένων ἑτέρων ἐπὶ ἐγκλήματι, ἔμενε σφόδρα ἀγωνιῶν. Μετασχηματίζεται δὲ ὁ ἄγγελος ὁ τὴν ὀπτασίαν παρασχὼν εἰς παρουσίαν γνη σίου φίλου, καὶ λέγει αὐτῷ δεδεμένῳ μεταξὺ σειρᾶς τεσ σαράκοντα καταδίκων· "Τίνος ἕνεκεν κατέχῃ ἐνταῦθα, κῦρι διάκονε;" Λέγει αὐτῷ· "Κατὰ μὲν ἀλήθειαν οὐκ ἐπίσταμαι, ὑπόνοια δέ με ἔχει ὅτι ὁ δεῖνα ὁ ἀπὸ ὑπάρχων ἐνέτυχε κατ' ἐμοῦ ἀλόγῳ ζηλοτυπίᾳ πληγείς· καὶ δέδοικα μήποτε χρήμασιν ὁ ἄρχων διαφθαρεὶς τιμωρίᾳ με