1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

34

ζῶντες βάρβαροι, οἵ τε λογικώτεροι καὶ ἡμερώτεροι, καὶ ὀξεῖς καὶ πτηνοὶ τὴν διάνοιαν, ὑπὸ τὴν τούτου ἐξουσίαν βιο τεύοντες διετέλουν. ιʹ. "Ἐθεώρουν τοίνυν, φησὶν, ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἲρ καὶ ἅγιος ἀπ' οὐρανοῦ κατέβη." Εἲρ καλεῖ τὸν ἐγρηγορότα· τοῦτο γὰρ ἑρμηνεύεται τῇ Ἑλλάδι φωνῇ. Ἐγρηγορότα δὲ καλεῖ τὸν ἄγγελον, ἵνα τούτου σημήνῃ τὸ ἀσώματον· ὁ γὰρ σῶμα περικείμενος ὕπνῳ δουλεύει· ὁ δὲ ὕπνου κρείττων σώματος ἐλεύθερος. Εἶδον τοί νυν, φησὶν, ἄγγελον, ἀσώματον ἔχοντα φύσιν, ὃς ἀπ' οὐρανοῦ κατέβη. 81.1361 ιαʹ. "Καὶ ἐφώνησεν ἐν ἰσχύϊ, καὶ οὕτως εἶπεν· Ἐκκόψατε τὸ δένδρον, καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ, καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορ πίσατε τὸν καρπὸν αὐτοῦ." Καὶ βλέπει μὲν τὸν ἄγγελον ἀπ' οὐρανοῦ καταβεβηκότα, ἵνα μάθῃ, ὡς αὐτὸς ὁ τῶν ὅλων ∆εσπότης τὴν κατ' αὐτοῦ ἀπόφα σιν ἐποιήσατο. ∆ιδάσκεται δὲ καὶ τίς ὁ δεδωκὼς αὐτῷ τὴν βασιλείαν, καὶ ἀποτιθέμενος τὴν βασιλείαν· ὁρᾷ γὰρ τὸ μὲν δένδρον ἐκτεμνόμενον, τοὺς δὲ κλά δους χωριζομένους, τουτέστι, τοὺς ὑπάρχους, καὶ τοὺς στρατηγοὺς, καὶ σατράπας, καὶ τοὺς ἄλλην τινὰ ἡγεμονίαν παρ' αὐτοῦ πεπιστευμένους· τὰ δὲ φύλλα ἐκτινασσόμενα ἣν περιεβέβλητο δόξαν δίκην φύλλων ἐκρέουσάν τε καὶ μαραινομένην· τὸν δὲ καρπὸν διασκορπιζόμενον· τοῦ γὰρ βασιλέως ἐκείνῃ περιπεσόντος τῇ συμφορᾷ, οἱ τὸν δασμὸν ἀπαιτοῦντες εἰς ἑαυτοὺς λοιπὸν ἀδεῶς τὸ κέρδος παρέπεμπον. "Σαλευθήτω, φησὶ, τὰ θηρία ὑπο κάτωθεν αὐτοῦ, καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ." Οἱ γὰρ παρὰ γνώμην δουλεύειν ἠναγκασμένοι, ἀφορ μὴν εὑρόντες τὴν τοῦ βασιλέως μεταβολὴν, τοῦ ὑπ ακούειν ἀπέστησαν. ιβʹ. "Πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε· καὶ ἐν δεσμῷ, φησὶ, σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐ λισθήσεται." Ὡς γὰρ φρενοβλαβείᾳ, καὶ παρα πληξίᾳ, καὶ φρενίτιδι νόσῳ περιπεσὼν, καὶ μεμη νὼς, καὶ κορυβαντιῶν, καὶ κατὰ πάντων λυττῶν, ἀναγκαίως δεσμὰ περιέκειτο· ἀλλ' ὅμως οὐδὲ ταῦτα ἦν ἱκανὰ ἔνδον αὐτὸν κατέχειν· ἀλλὰ δραπετεύων ἐν ἐρήμοις διέτριβεν, ὑπαίθριος ταλαιπωρῶν, καὶ κτηνῶν δίκην τὴν πόαν σιτούμενος. Τοῦτο γὰρ ση μαίνει εἰρηκώς· "Καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ· ἐν τῷ χόρτῳ τῆς γῆς ἡ καρδία αὐτοῦ· ἀπὸ τῶν ἀν θρώπων ἀλλοιωθήσεται. (ιγʹ.) Καὶ καρδία θηρίου δοθή σεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐ τόν." Καὶ τοῦτο δὲ τὴν τοῦ Θεοῦ μακροθυμίαν δη λοῖ· χρόνῳ γὰρ βραχεῖ τὴν τιμωρίαν περιορίζει, ἀναμένων τὴν ἀπὸ τῆς παιδείας τεχθησομένην μετα μέλειαν. Εἶτα δείκνυσιν, ὡς ἀναντιῤῥήτως ἔσται τὰ εἰρημένα. ιδʹ. "∆ιὰ συγκρίματος, φησὶν, εἲρ ὁ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα." Ἀψευδὴς, φησὶν, ὁ λόγος· ἄγγελος γὰρ ἅγιος ὁ εἰρηκὼς, ἐγρηγορὼς, ἀσώματος. Εἴρηται δὲ ταῦτα, φησὶ, καὶ γίνεται, οὐ μάτην, ἀλλ' "Ἵνα γνῶσιν οἱ ζῶντες, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτὴν, καὶ ἐξουθένημα ἀνθρώ που ἀναστήσει ἐπ' αὐτήν." Ταῦτα, φησὶν, ὁ ἄγ γελος ἔφη, ὅτι τούτου χάριν τὰ κατὰ τὸ δένδρον γε νήσεται, ἵνα διὰ τούτου μάθωσιν ἅπαντες, ἕνα εἶναι 81.1364 Θεὸν ∆εσπότην καὶ βασιλέα, τοὺς ἐπὶ γῆς καθ ιστῶντα βασιλέας, καὶ ἐγχειρίζοντα, ᾧ ἐὰν θέλῃ, τὴν βασιλείαν. ∆εικνὺς γὰρ τὴν ἑαυτοῦ ἐξουσίαν, καὶ τὸν εὐτελέστατον ἔστιν ὅτε, καὶ οὐδὲν εἶναι νομιζό μενον, ἀποφαίνει βασιλέα, καὶ τοὺς ἐν τοῖς μεγίστοις ὄντας ἀξιώμασιν ὑπακούειν αὐτῷ παρασκευάζει. Οὕτω πληρώσας τὸ τοῦ ἐνυπνίου διήγημα, φησὶ πρὸς τὸν ∆ανιήλ· ιεʹ. "Τοῦτο τὸ ἐνύπνιον εἶδον ἐγὼ Ναβουχοδο νόσορ ὁ βασιλεύς· καὶ σὺ, Βαλτάσαρ, τὸ σύγκριμα εἰπὲ κατέναντι·" ἀντὶ τοῦ, ἀληθῶς καὶ ἀκριβῶς· "ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι, σὺ δὲ δύνασαι." Καὶ τὴν αἰτίαν δεικνὺς, "Ὅτι, φησὶ, Πνεῦμα Θεοῦ ἅγιον ἐν σοί." Οἱ μὲν γὰρ ἀνθρωπίνοις κέχρηνται λογισμοῖς, σὺ δὲ παρὰ Θεοῦ μανθάνεις τὰ κεκρυμ μένα. ιʹ. "Τότε ∆ανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ, ἀπ ηνεώθη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν." Ἔδει γὰρ δειχθῆναι τὴν ἀν θρωπίνην ἀσθένειαν, καὶ τότε