τὰ ὅπλα τὰ χρυσᾶ, ἃ ἐποίησε Σολομῶν. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ. Ἔτι προεφήτευσεν Ἀχίας ὁ Σιλωνίτης καὶ Σαμαίας υἱὸς Ἐλαμί. ιβʹ, ιγʹ. Προεφήτευσεν ὁ ἐν Βεθὴλ οἰκῶν καὶ ὁ ἐπὶ τοῦ θυσιαστηρίου ἠξίου τὸν προφητεύσαντα τῷ Ἱεροβοὰμ δούλῳ Σολομῶνος ὁ αὐ174 τὸς Ῥοβοὰμ φαγεῖν ἄρτον, καὶ μόλις ἔφαγεν. φασὶν τὸν Ἰώσηπον λέγειν ἀπὸ παραδόσεως αἶνον εἶναι τὸν ἐν Βεθήλ, Καὶ Ὀδὴθ ἐπὶ τοῦ θυσιαστηρίου. ιδʹ, εʹ, ιϛʹ, ιζʹ. Ῥοβοὰμ ἔσχεν υἱοὺς κηʹ καὶ θυγατέρας ἑπτά. Μετὰ Ἱεροβοὰμ δεύτερος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ναδὰβ υἱὸς αὐτοῦ ἔτη βʹ. ὁμοῦ κδʹ αʹ, βʹ. Ναδὰβ ἀναιρεῖται ὑπὸ Ἀσὰ βασιλέως Ἰούδα ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων βασιλείᾳ. Μετὰ Ῥοβοὰμ ἐβασίλευσεν τοῦ Ἰούδα τέταρτος Ἀβιοὺδ υἱὸς αὐτοῦ ἔτη γʹ. ὁμοῦ δφκϛʹ. αʹ. Οὗτος Ἀβιοὺδ εἰδώλοις προσέχων ἀπώλεσε τοῦ λαοῦ μυριάδας νʹ. βʹ. Προεφήτευον Ἰαδὼχ καὶ Ἀνανίας. γʹ. Μετὰ Ναδὰβ τρίτος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Βαασᾶ υἱὸς Ἀχία ἔτη κδʹ. ὁμοῦ μηʹ. 175 αʹ. Πέμπτῳ ἔτει τοῦ Ἀσὰ βασιλέως Ἰούδα Βαασᾶ υἱὸς Ἀχία ἐπάταξε τὸν οἶκον Ἱεροβοάμ. καὶ οὐχ ὑπελείπετο αὐτῷ πᾶσα πνοὴ κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἀχία τοῦ Σιλωνίτου προφήτου περὶ τῶν ἁμαρτιῶν τοῦ αὐτοῦ Ἱεροβοάμ. ὕστερον δὲ καὶ αὐτὸς Βαασᾶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις Ἱεροβοάμ, ᾧ καὶ προφητεύει Ἰηοῦ υἱὸς Ἀνανίου γενέσθαι τὸν οἶκον αὐτοῦ ὡς τὸν τοῦ Ἱεροβοάμ· καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν πόλει οἱ κύνες καταφάγονται, τὸν δὲ ἐν τῷ πεδίῳ τὰ πετεινὰ τοῦ οὐρανοῦ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ. Οὗτος Βαασᾶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις Ἱεροβοάμ, ᾧ προφητεύει Ἰηοῦ υἱὸς Ἀνανίου γενέσθαι τὸν οἶκον αὐτοῦ ὡς τὸν οἶκον Ἱεροβοάμ· καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν πόλει οἱ κύνες καταφάγονται, τὸν δὲ ἐν τῷ πεδίῳ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Μετὰ Ἀβιοὺδ ἐβασίλευσε πέμπτος τῶν δύο φυλῶν Ἰούδα καὶ Μανασσῆ Ἀσᾶ υἱὸς αὐτοῦ ἔτη μδʹ. ὁμοῦ δφοʹ. αʹ, βʹ, γʹ, δʹ. Ἀρχιερεὺς ἔνατος Ἀχιμελὲχ ἐγνωρίζετο. 176 εʹ. Προεφήτευσεν Ἰωήλ, ὃς καὶ εἶπεν, Ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα προφητεύουσαν. καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. καὶ μεθ' ἕτερα ὁ αὐτὸς εἶπεν, Ἰδοῦ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ, καὶ θήσω κρίσιν εἰς ἐλπίδα. ϛʹ, ζʹ. Ζαρὰθ ὁ Αἰθίοψ συμπαραλαβὼν Λίβυας ἐπεστράτευσεν ἐν τῇ Ἰουδαίᾳ. ἐξελθὼν δὲ Ἀσᾶ ἐτροπώσατο αὐτὸν ἐν Γεράροις. ηʹ, θʹ. Προεφήτευσεν Ἀζαρίας υἱὸς Ἰοδὴθ καὶ Ἀνανίας. ιʹ, ιαʹ. Προεφήτευσεν Ἀζαρίας υἱὸς Ἰωδὴθ καὶ Ἀνανίας καὶ Ζαχαρίας υἱὸς Ἰωδαὲ τοῦ ἱερέως, ὁ τὸ δρέπανον, ὅστις προφητεύων εἶπεν, Τέρπου καὶ εὐφραίνου, θυγάτηρ Σιών, διότι ἰδοῦ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. 177 Ἀσᾶ βασιλεὺς Ἰούδα πολεμούμενος ὑπὸ Βαασὰ βασιλέως Ἰσραὴλ ἐμισθώσατο εἰς βοήθειαν τὸν υἱὸν Ἄδερ βασιλέως Συρίας. Προεφήτευεν Ἰηοῦ. ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ. Προεφήτευσεν Ἰηοῦ. κδʹ, κεʹ. Προεφήτευσεν Ἀνανίας. κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ. Μετὰ Βαασὰ τέταρτος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἠλὰ υἱὸς αὐτοῦ ἔτη βʹ. ὁμοῦ νʹ. αʹ, βʹ. Τὸν Ἠλὰ ἀνελὼν Ζαμβρὶ ὁ παῖς αὐτοῦ βασιλεύει ἐπὶ Ἰσραὴλ ἡμέρας ζʹ, καὶ τὸν οἶκον Βαασὰ πατάξας οὐκ εἴασεν αὐτοῦ οὐροῦντα πρὸς τοῖχον κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἰηοῦ υἱοῦ Ἀνανίου διὰ τὸ ἁμαρτεῖν αὐτόν. γνοὺς δὲ ὅτι ὁ λαὸς ἀνηγόρευσε τὸν Ἀμβρί, [ἑαυτὸν ἀνεῖλεν] Ἀμβρὶ ἑαυτὸν ἐμπρήσας ἀπέκτεινεν. Μετὰ Ἀσὰ ἐβασίλευσεν τοῦ Ἰούδα ἕκτος Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κεʹ. ὁμοῦ δφϟεʹ. 178 αʹ, βʹ Προεφήτευσεν Ἠλίας ὁ Θεσβίτης καὶ Ἀβδιοῦ υἱὸς Ἀνανίου, ὃς καὶ εἶπεν ὅτι Ἐγγὺς ἡ ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι. ἔτι προεφήτευον