προῤῥήσεως, ἐπειδὴ γὰρ οὐκ αὐτοὶ ̓Ιουδαῖοι κατὰ τὸν τοῦ πάθους τοῦ Σωτῆρος καιρὸν θάνατον αὐτῷ εἰργάσαντο, ῥωμαϊκῇ δὲ χειρὶ τοῦτο ἐπράκτετο· δικάζον τος μὲν Πιλάτου, καὶ διαλαβόντων στρατιω τῶν καὶ ἀπαγόντων αὐτὸν, ̓Ιουδαίων δὲ μηδ' ὁτιοῦν τούτων πεποιηκότων, εἰκότως οὐκ αὐτὸ τὸ εργον τοῦ θανάτου τούτοις ἀνατίθησιν, ἀλλὰ τὴν αἰτίαν, τῆς τῶν ἀρ χιερέων συσκευῆς καὶ τῆς τῶν συκοφάν των ψευδομαρτυρίας μνημονεύων, τῆς τε φω νῆς τοῦ πλήθους ἐπιβοήσαντος κατ' αὐτοῦ. ∆ιό φησιν· ἁμαρτίαν στόματος αὐτῶν, ὡσεὶ ελεγε σαφέστερον· δι' ἁμαρτίαν στόματος αὐτῶν καὶ διὰ λόγον χειλέων αὐτῶν, καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· η κατὰ Σύμμαχον, μετὰ τῆς ὑπερηφανίας αὐτῶν. ̔Υπερήφανοι γὰρ οντως καὶ ἀλαζό νες, οὐκ εφερον τοῦ Σωτῆρος ἡμῶν τὴν παῤῥησίαν· διὸ καὶ ελεγον αὐτῷ· Τίς σοι εδωκε τὴν ἐξουσίαν ταύτην; καὶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; 58.15,16 ̓Επιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Αὐτοὶ διασκορπιθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσιν, καὶ γογγύσουσιν. Ηδη μὲν ταῦτα προλαβόντες εἰρήκαμεν καθ' ενα τρόπον· δευτερεύσαντος δὲ τοῦ προ φήτου, δῆλον ὡς ταῖς αὐταῖς λέξεσιν ετερα πάλιν τὸ Πνεῦμα ἐμήνυσεν. ̓Επιστρέψουσι τοίνυν εἰς ἑσπέραν οἱ τῶν ̓Ιουδαίων παῖδες, οὐκ ἐν φωτὶ τὸν Θεὸν, ἀλλ' ἐν σκότει ζητοῦν τες. Καὶ διὰ τοῦτο λιμώξουσιν ὡς κύων, τὴν οντως τροφὴν μὴ εὑρίσκοντες, καὶ κυκλώ σουσι τὴν ̔Ιερουσαλὴμ τὴν πεπορθημένην, πενθοῦντες ἐπ' αὐτὴν, καὶ κοπτόμενοι. Αὐ τοὶ διασκορπισθήσονται· εἰς πᾶσαν γὰρ τὴν γῆν διεσπαρμένοι τυγχάνουσι, δουλεύοντες πανταχοῦ, καὶ ἐλαχίστους καὶ δουλοπρεπεῖς τέχνας πάσας τε τὰς ἀπρεπεῖς μεθόδους ενε κα τοῦ πεινᾶν μετερχόμενοι· γαστρίμαργοι δὲ οντες, οὐ χορτάζονται, καὶ κατὰ Θεοῦ διὰ τοῦτο γογγύζουσι· τουτέστιν οὐκ εὐχα ριστοῦσι, τοῦτο γὰρ αὐτῶν ὡς ἀγνωμόνων ιδιον. 58.17,18 ̓Εγὼ δὲ ᾳσομαι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τὸ πρωῒ τὸ ελεός σου, οτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου, ἐν ἡμέρᾳ θλίψεώς μου. Βοηθός μου, σοὶ ψαλῶ, ὁ Θεός μου, ἀντιλήπτωρ μου ει, ὁ Θεός μου, τὸ ελεός μου. ̓Εκεῖνοι μὲν ουν τοιαῦτα πείσονται, τοι αῦτα τολμήσαντες. ̓Εγὼ δὲ σὸν ελεον ἀ νυμνήσω, καὶ τοῦ νοεροῦ φωτὸς ἀνατείλαν τος, καὶ τῇ οἰκουμένῃ δεδωκότος τὸν ορθρον, τὸν ἀμέτρητόν σου οικτον ἐν ἁπάσαις ταῖς ἐκκλησίαις δοξάσω. ̓Απήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας, καὶ διὰ τῆς σῆς προνοίας τὰς προσπεσούσας διέφυγον συμφοράς. Ου δὴ χάριν, σὲ μόνον οιδα Θεὸν, καὶ σὲ πηγὴν ἐλέους καὶ φιλανθρωπίας καλῶ. Ταῦτα ∆αυὶδ προφητικοῖς ἰδὼν ὀφθαλ μοῖς, καὶ τὰς ̓Ιουδαίων προείρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ δεσπότην ὑπέσχετο, διὰ τῶν εὐσεβῶν ὑμνῳδίαν προσφέρων. 59.4 Συνέσεισας τὴν γῆν, καὶ συνετάρα ξας αὐτήν· ιασαι τὰ συντρίμματα αὐτῆς, οτι ἐσαλεύθη. Τῶν σεισμῶν οἱ μέν εἰσι χασματίαι· οἱ δὲ, βρασματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, βρα σματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, μυκημα τίαι. ̓Ενταῦθα δὲ τὴν μεταβολὴν τὴν ἐπὶ τῆς γῆς πραγμάτων συσσείσεις ὠνόμασεν. 60.2 Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου. ∆έησίς ἐστιν ἐλλείποντός τινος μεθ' ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐ χή. -Προσευχὴ δέ ἐστιν ἡ μετὰ δοξο λογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀνα πεμπομένη ὑπ' αὐτοῦ. 60.3 ̓Απὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ 60.3 ἐκέκραξα ... ἐν πέτρᾳ υψωσάς με. Γῆν λέγει τὴν κακίαν, ης ὁ ἐξελθὼν κρά ζει πρὸς Θεόν. -Πῶς ἐν τῇ ̓Ιουδαίᾳ ων ὁ ∆αυὶδ, λέγει· ̓Απὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα; η τάχα ἐξελθὼν τῆς κα κίας, νῦν τροπικῶς γῆν ὀνομαζομένης, ταῦτά φησιν· ἡ δὲ πέτρα ην ὁ Χριστός. 60.7,8 ̔Ημέρας ἐφ' ἡμέρας βασιλέως προθήσεις. ∆ιαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Ελεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν; Εως αἰῶνος τὰ ετη τοῦ Χριστοῦ ὡς βα σιλέως οὐκ ἐκλείψουσι. - ̔Ο Υἱὸς ἐνώπιον τοῦ Πατρὸς, ὡς ἀνελλιπὴς μὲν ὁ Υἱὸς καὶ Θεὸς τοῦ ἐλέους καὶ τῆς ἀληθείας. -Τίς γὰρ, φησὶ, τὸν περὶ προνοίας καὶ κτίσεως λόγον