Σωτῆρα ἐληλυθότα, καὶ ὡς κακὰ ἀφῃρη κέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωμα τικὴν, καὶ τὴν κωφότητα, καὶ τὴν πάρεσιν τῶν με λῶν, καὶ πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν τεθερα πευκέναι, ἀγαθὰ ἀντὶ τῶν προειληφότων κακῶν δωρούμενον, τό τε διορατικὸν σωματικὸν καὶ τὸ ἀκουστικὸν, καὶ τὴν ἄλλην ὑγείαν καὶ ῥῶσιν· καὶ δυσωπήσουσί σε φάσκοντες, εἰ μὴ καὶ ἡμεῖς ὁμο λογήσομεν κακὸν εἶναι τὸ δαιμονιᾷν καὶ τὸ σεληνιά ζεσθαι· ὡς πάλιν ἐκ τοῦ ἐναντίου ἀγαθὸν τὸ τούτων ἀπηλλάχθαι. Ἀλλὰ καὶ οἱ ἀπόστολοι, χαρίσματα ἰαμάτων καὶ ἐνεργήματα δυνάμεων ἐπιτελοῦντες, κατ' αὐτὸ τὸ ἐνεργεῖν ἀγαθὰ ἐποίουν τοῖς ἀνθρώποις, καὶ κακῶν αὐτοὺς ἀπήλλαττον· διαβήσονται δὲ οἱ ταῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα αἰῶνα, φάσκον τες τὸ, κακὸν εἶναι τὸν πόνον, ἤτοι τὸ τοὺς ἁμαρτω λοὺς ἐν πυρὶ αἰωνίῳ παραδίδοσθαι. Εἰ δὲ κακὸν ὁ πόνος, ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι. Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυσ ωπῆσαι τοὺς οὐχ οἵους τε λῦσαι τὰ προσαγόμενα, περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι, καὶ τρία τῶν κακῶν κατὰ τὸν λόγον τῶν Γραφῶν. Ταύτην τοίνυν τὴν ἀπάτην οὐ μόνον οἱ ὁμολογουμένως ἀκέραιοι τῶν πεπιστευκότων ἠπάτηνται, ἀλλὰ καί τινες τῶν ἐπαγ γελλομένων σοφίαν τὴν κατὰ Χριστὸν, οἰόμενοι τοῦ ∆ημιουργοῦ τοιάσδε τινὰς εἶναι ἐπαγγελίας, καὶ πέρα τῶν ἀπὸ τῆς λέξεως δηλουμένων μηδὲν σημαί νεσθαι κατὰ τὰς ἀπειλάς. Πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν Γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται· οἷον Ἠλίας ὁ ἀκτημονέστατος ὡς μηδὲ ἄρτον ἔχειν παρ' ἑαυτῷ φαγεῖν, καὶ διὰ τοῦτο πέμπεσθαι πρὸς γυναῖκα ἐν Σαρεφθᾷ τῆς Σι δωνίας· καὶ Ἐλισσαῖος, ὃς παρὰ τῇ Σουναμίτιδι βραχυτάτην ἔλαβε κατάλυσιν, καὶ σκιμπόδιον, καὶ λυχνίαν εὐτελῆ, ὃς καὶ ἀῤῥωστήσας ἐτελεύτησε· καὶ Ἡσαΐας, ὁ πορευθεὶς γυμνὸς καὶ ἀνυπόδετος τρισὶν ἔτεσι· καὶ Ἱερεμίας, ὁ ἐμβληθεὶς εἰς λάκκον βορβόρου, καὶ ἀεὶ μυκτηρισθεὶς, ὥστε καὶ ἐρημίαν οἰκῆσαι εὔξασθαι· καὶ ὁ Ἰωάννης, ὁ ἐν ταῖς ἐρη μίαις διατρίβων, καὶ πλὴν ἀκρίδων καὶ μέλιτος ἀγρίου μηδενὸς μεταλαμβάνων, δέρματι περι εζωσμένος τὴν ὀσφὺν, καὶ ἀπὸ τριχῶν καμήλου ἠμ φιεσμένος. Ὁμολογήσουσι γὰρ αὐτοὺς τετηρηκέναι τὸν νόμον. Καὶ ἀπαιτήσομεν εἰ ἃ νοοῦσιν ἀγαθὰ τοῖς τετηρηκόσι τούτοις ὑπῆρκται· οὐκ ἔχοντες δὲ δεῖξαι, περικλεισθήσονται εἰς τὸ, ἤτοι ψευδεῖς εἶναι τὰς ἐπαγγελίας τὰς λεγομένας δίδοσθαι τοῖς θεοσεβέ σιν, ἢ ἀληθεῖς τυγχανούσας ἀναγωγῆς δεῖσθαι· εἰ δʹ ἐπ' ἀλληγορίαν ἀναγκασθέντες ἔλθωσιν, ἀθετηθήσε ται αὐτῶν ἡ ὑπόληψις ὑπὲρ τοῦ τὸν νόμον ἀπειλεῖν 12.1157 νόσον σωματικὴν, καὶ τὰ ἐκτὸς νομιζόμενα κακὰ τοῖς ἠσεβηκόσιν, ἢ ἐπαγγέλλεσθαι ὑγιαίνοντα εἶναι τὰ σώματα, καὶ περιουσίαν ἔσεσθαι τοῖς τῷ Θεῷ κατ ηκολουθηκόσι. Πῶς δὲ οὐκ ἠλίθιον ἐπὶ τοῖς κακοῖς μέγα φρονεῖν καὶ αὐχεῖν τοὺς ὄντας ἐν αὐτοῖς; Εἰ γὰρ κακαὶ αἱ θλίψεις, φησὶ δὲ ὁ Ἀπόστολος καυ χᾶσθαι ἐν κακοῖς· τοῦτο δὲ ἠλίθιον, καὶ ὁ Ἀπόστολος οὐκ ἠλίθιος· οὐκ ἄρα κακὰ τὰ τοιάδε γυμνάσματα τοῦ ἁγίου· ὅστις, ἐν παντὶ θλιβόμενος, οὐ στενοχω ρεῖται· ἀπορούμενος, οὐκ ἐγκαταλείπεται· πειρα ζόμενος, οὐ θανατοῦται· νομιζόμενος εἶναι πτω χὸς, πολλοὺς πλουτίζει· καὶ ὑπολαμβανόμενος μη δὲν κεκτῆσθαι, παντὰ κατέχει· τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Ἔτι δὲ ἕπεται τοῖς ὑπολαμβάνουσι κατὰ τὴν Γραφὴν τρία γένη τῶν ἀγαθῶν εἶναι, δῆλον δὲ ὅτι καὶ τῶν κακῶν, τοὺς δικαίους ἀεὶ ἐν πολ λοῖς κακοῖς εἶναι· ἀληθευούσης τῆς λεγούσης προφη τείας· «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων.» Οὐκ ἄρα δὲ καὶ τῶν τῷ Ἰὼβ συμβεβηκότων ὑπομνῆσαι τοὺς οἰομένους τάδε τινὰ κακὰ εἶναι· ὡς ὁ χρηματισμὸς μετὰ τὸ ἐνεγκεῖν γενναιότατα τοὺς περιστάντας ἀγῶ νας, φησίν· «Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;» Εἰ γὰρ οὐκ ἄλλως ἀναφαί νεται ὁ Ἰὼβ δίκαιος ἢ ἐκ τοῦ τάδε τινὰ, καὶ τοῦ τάδε αὐτῷ κακὰ λέγοιμεν ὑπάρχειν, τὰ αἴτια τοῦ ἀναφῆναι αὐτοῦ τὴν δικαιοσύνην; Ἑπόμενα δ' ἂν τούτοις εἴη μηδὲ τὸν διάβολον τῷ ἁγίῳ κακὸν τυγχά