ὑποβάλλῃ". 38.6 Λέγει αὐτῷ· "Εἰ ἀκούεις τοῦ φίλου σου, οὐ συμφέρει σοι ἐν τῇ πόλει ταύτῃ διάγειν". Λέγει αὐτῷ ὁ Εὐάγριος· "Ἐὰν ὁ θεός με ταύτης τῆς συμφορᾶς ἀπαλλάξῃ καὶ ἴδῃς με ἐν Κωνσταντινουπόλει, γνῶθι ὅτι εὐλόγως ὑφίσταμαι ταύτην τὴν τιμωρίαν". Λέγει αὐτῷ ἐκεῖνος· "Φέρω τὸ εὐαγ γέλιον καὶ ὄμοσόν μοι ἐν αὐτῷ ὅτι ἀναχωρεῖς τῆς πόλεως ταύτης καὶ φροντίζεις σου τῆς ψυχῆς, καὶ ἀπαλλάττω σε τῆς ἀνάγκης ταύτης". 38.7 Ἤνεγκεν οὖν τὸ εὐαγ γέλιον καὶ ὤμοσεν αὐτῷ κατὰ τοῦ εὐαγγελίου ὅτι "Παρ εκτὸς μιᾶς ἡμέρας, ἵνα φθάσω ἐμβαλεῖν εἰς τὸ πλοῖον τὰ ἱμάτιά μου, οὐ μὴ παραμείνω". Τοῦ ὅρκου οὖν προ χωρήσαντος ἐπανῆλθεν ἀπὸ τῆς ἐκστάσεως τῆς γενομένης αὐτῷ ἐν τῇ νυκτί· καὶ ἀναστὰς ἐλογίσατο ὅτι "Εἰ καὶ ἐν ἐκστάσει γέγονεν ὁ ὅρκος ἀλλ' ὅμως ὤμοσα". Βα λὼν οὖν πάντα τὰ αὐτοῦ εἰς πλοῖον ἔρχεται εἰς Ἱεροσό λυμα. 38.8 Κἀκεῖ δεξιοῦται παρὰ τῆς μακαρίας Μελανίου τῆς Ῥωμαίας. Πάλιν δὲ τοῦ διαβόλου σκληρύναντος αὐτοῦ τὴν καρδίαν καθάπερ τοῦ Φαραώ, ὡς νέῳ καὶ σφριγῶντι τὴν ἡλικίαν γέγονεν ἐνδυασμός τις καὶ ἐδιψύχησε μηδενὶ μηδὲν εἰρηκώς, κἀκεῖσε πάλιν ἐξαλλάσσων τοῖς ἱματίοις καὶ ἐν τῇ διαλέκτῳ ἐκάρου αὐτὸν ἡ κενοδοξία. Ὁ δὲ ἐμπο διστὴς τῆς πάντων ἡμῶν ἀπωλείας θεὸς ἐνέβαλεν αὐτὸν εἰς περίστασιν πυρετοῦ, κἀκεῖθεν εἰς νόσον μακρὰν ἑξαμη νιαίῳ χρόνῳ ταριχεύσας αὐτοῦ τὸ σαρκίον, δι' οὗ ἐνε ποδίζετο. 38.9 Τῶν ἰατρῶν δὲ ἀπορούντων καὶ τρόπον θεραπείας μὴ εὑρισκόντων, λέγει αὐτῷ ἡ μακαρία Μελά νιον· "Οὐκ ἀρέσκει μοι, υἱέ, ἡ σὴ μακρονοσία. Εἰπὲ οὖν μοι τὰ ἐν τῇ διανοίᾳ σου. Οὐκ ἔστι γὰρ ἀθεής σου ἡ νόσος αὕτη". Τότε ὡμολόγησεν αὐτῇ τὸ πρᾶγμα σύμπαν. Ἡ δὲ λέγει αὐτῷ· "∆ός μοι λόγον ἐπὶ κυρίου, ὅτι ἔχῃ τοῦ σκοποῦ τοῦ μονήρους βίου· καὶ εἰ καὶ ἁμαρτωλὴ τυγχάνω, προσεύχομαι ἵνα δοθῇ σοι κομίατος ζωῆς". Ὁ δὲ συν έθετο. Ἐντὸς οὖν ὀλίγων ἡμερῶν ὑγίανε· καὶ ἀναστὰς παρ' αὐτῆς ἐκείνης μετημφιάσθη, καὶ ἐξέρχεται ἐκδημή σας εἰς τὸ ὄρος τῆς Νιτρίας τὸ ἐν Αἰγύπτῳ. 38.10 Ἐν ᾧ οἰκήσας δεύτερον ἔτος τὸ τρίτον εἰσβάλλει εἰς τὴν ἔρημον. Ζήσας οὖν δεκατέσσαρα ἔτη ἐν τοῖς λε γομένοις Κελλίοις ἤσθιε μὲν λίτραν ἄρτου, ἐν τριμηνιαίῳ δὲ ξέστην ἐλαίου, ἀνὴρ ἀπὸ ἁβροτάτου καὶ τρυφηλοῦ βίου καὶ ὑγροτάτου ἠγμένος. Ἐποίει δὲ εὐχὰς ἑκατόν, γράφων τοῦ ἔτους τὴν τιμὴν μόνον ὧν ἤσθιεν· εὐφυῶς γὰρ ἔγραφε τὸν ὀξύρυγχον χαρακτῆρα. Ἐντὸς οὖν δεκαπέντε ἐτῶν καθαρεύσας εἰς ἄκρον τὸν νοῦν κατηξιώθη χαρίσματος γνώσεως καὶ σοφίας καὶ διακρίσεως πνευμάτων. Συντάττει οὖν οὗτος τρία βιβλία ἱερὰ μοναχῶν ἀντιρρητικὰ οὕτω λεγόμενα, πρὸς τοὺς δαίμονας ὑποτιθέμενος τέχνας. 38.11 Τούτῳ ὤχλησεν εἰς βάρος ὁ τῆς πορνείας δαίμων, ὡς καὶ αὐτὸς ἡμῖν διηγεῖτο· καὶ διὰ πάσης νυκτὸς γυμνὸς ἔστη ἐν τῷ φρέατι χειμῶνος ὄντος, ὡς καὶ παγῆναι αὐτοῦ τὰς σάρκας. Ἄλλοτε πάλιν ὤχλησεν αὐτῷ πνεῦμα βλασφη μίας· καὶ ἐν τεσσαράκοντα ἡμέραις ὑπὸ στέγην οὐκ εἰσ ῆλθεν, ὡς αὐτὸς ἡμῖν διηγήσατο, ὡς καὶ τὸ σῶμα αὐτοῦ καθάπερ τῶν ἀλόγων ζῴων κρότωνας ἐκβράσαι. Τούτῳ τρεῖς ἐπέστησαν ἐν ἡμέρᾳ δαίμονες ἐν σχήματι κληρικῶν περὶ πίστεως συζητοῦντες· καὶ ὁ μὲν ἔλεγεν ἑαυτὸν Ἀρεια νόν, ὁ δὲ Εὐνομιανόν, ὁ δὲ Ἀπολιναριανόν· καὶ τούτων περιεγένετο τῇ σοφίᾳ αὐτοῦ διὰ βραχέων λόγων. 38.12 Πάλιν μιᾶς τῶν ἡμερῶν τῆς κλειδὸς ἀπολομένης τῆς ἐκκλησίας, σφραγίσας τὸ πρόσωπον τοῦ ἡλωταρίου καὶ τῇ χειρὶ ὤσας ἤνοιξεν, ἐπικαλεσάμενος τὸν Χριστόν. Τοσαῦτα ἐμαστιγώ θη οὗτος ὑπὸ δαιμόνων καὶ τοσαύτην ἔλαβε πεῖραν δαι μόνων ὧν ἀριθμὸς οὐκ ἔστιν. Ἑνὶ δὲ τῶν ἑαυτοῦ μαθη τῶν τὰ μετὰ δεκαοκτὼ ἔτη συμβησόμενα αὐτῷ εἶπε, πάντα κατ' εἶδος προφητεύσας αὐτῷ. Ἔλεγε δὲ ὅτι "Ἀφ' οὗ κατέλαβον τὴν ἔρημον οὐ θριδακίου ἡψάμην, οὐχ ἑτέρου λαχάνου τινὸς χλωροῦ, οὐκ ὀπώρας, οὐ σταφυλῆς, οὐ κρεῶν, οὐ λουτροῦ". 38.13 Ἐς ὕστερον δὲ τῷ ἑξκαιδεκάτῳ ἔτει τῆς πολιτείας τῆς ἄνευ ἑψήματος, χρείαν ἐχούσης αὐτοῦ τῆς σαρκὸς διὰ τὴν ἀσθένειαν τοῦ στομάχου τοῦ μετα λαμβάνειν διὰ πυρός, ἄρτου μὲν ἥψατο οὐκέτι, λαχάνων δὲ μεταλαμβάνων ἢ πτισάνης ἢ ὀσπριδίων ἐπὶ δύο ἔτη, ἐν