35
ἀναφανῆναι τὴν ἐμ πνέουσαν χάριν. "Ἀπεκρίθη τοίνυν ὁ βασιλεὺς, καὶ εἶπε· Βαλτάσαρ, τὸ ἐνύπνιον τοῦτο καὶ ἡ σύγκρι σις αὐτοῦ μὴ κατασπευσάτω σε." Εἶδε γὰρ αὐτὸν θορυβούμενον, καὶ ἀναγκαίως ψυχαγωγεῖ, μαθεῖν ἐφιέμενος ὅπερ ἀγνοεῖ· λέγει τοίνυν αὐτῷ· Μὴ σφό δρα ἐπείγου, ἀλλὰ κατὰ σχολὴν τὰ μηνυόμενα διὰ τοῦ ἐνυπνίου εὑρὼν, ταῦτά μοι δῆλα κατάστησον. "Ἀπεκρίθη τοίνυν ὁ Βαλτάσαρ, καὶ εἶπε· Κύριέ μου βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε, καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου." Σφόδρα σοφῶς καὶ συνετῶς ἀπεύχεται μὲν αὐτῷ λυ πηρὰ τοῦ προοιμίου ἀρξάμενος, σημαίνει δὲ ὅμως τὴν ἀλήθειαν. ιζʹ, ιηʹ. "Τὸ δένδρον, φησὶ, τὸ μεγαλυνθὲν καὶ ἰσχυκὸς, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν. Καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκει τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, σὺ εἶ, βασιλεῦ." Ἄξιον δὲ θαυ μάσαι τοῦ ∆ανιὴλ τὴν σοφίαν· οὐ γὰρ ἁπλῶς εἶπε, Τὸ δένδρον τὸ μέγα, ἀλλὰ, "Τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός·" τουτέστιν, Οὐκ ἄνωθεν ἦσθα μέγας, ἀλλὰ κατὰ μέρος γεγένησαι, καὶ τὴν ἰσχὺν δὲ οὐκ ἐξ ὠδίνων ἔσχες, ἀλλὰ κατὰ βραχὺ ταύτην προσέλαβες. ∆ιὸ πάλιν ἐπάγει· ιθʹ. "Ὅτι ἐμεγαλύνθης, καὶ ἴσχυσας, καὶ ἡ μεγα λωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς." Καὶ ταῦτα δὲ σφόδρα ἁρμοδίως καὶ προσφόρως οὐρανῷ καὶ γῇ προσήρμοσε· τὴν μὲν γὰρ κυρείαν εἶπεν ἐφθακέναι 81.1365 εἰς τὰ πέρατα τῆς γῆς, τουτέστι τὴν ἐξουσίαν· εἰς δὲ τὸν οὐρανὸν οὐκέτι τὴν κυρείαν, ἀλλὰ τὴν μεγα λωσύνην, τουτέστι, τὴν τοῦ λογισμοῦ φαντασίαν. κʹ, καʹ. "Καὶ ὅτι εἶδεν, φησὶν, ὁ βασιλεὺς εἲρ καὶ ἅγιον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν· Ἐκτίλατε τὸ δένδρον, καὶ διαφθείρετε αὐτό· πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε, καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπ' αὐτόν. Καὶ τοῦτο ἡ σύγκρισις αὐτοῦ, βασιλεῦ." Καὶ ἀξιόπιστον ποιῶν τὸν λόγον, ἀναγκαίως ἐπήγαγε· "Καὶ σύγκριμα Ὑψίστου ἐστὶν, ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα." Ἐντεῦθεν ἔστιν ἀκριβῶς καταμαθεῖν τῆς ἀποστολι κῆς διδασκαλίας τὸ χρήσιμον. "Πᾶσα γὰρ, φησὶ, ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποταττέσθω." Καὶ γὰρ καὶ ὁ μακάριος ∆ανιὴλ κύριον αὐτὸν τὸν δυσσεβῆ βασιλέα καλεῖ, καὶ τῷ νόμῳ τῆς ἐξουσίας πειθόμενος, ταῖς πρεπούσαις προσηγορίαις κέχρηται, καὶ λυπη ρὰν οὖσαν τοῦ ἐνυπνίου τὴν ἀλήθειαν ὑποδείκνυσιν. κβʹ. "Ἐκδιώξουσι γάρ σε, φησὶν, ἀπὸ τῶν ἀνθρώ πων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμά σου βαφήσεται, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοί." Ἑπτὰ δὲ καιροὺς οἱ μὲν ἔφασαν ἑπτὰ ἔτη, οἱ δὲ τρία καὶ ἥμισυ. Οὐ γὰρ εἰς τέσσαρας τροπὰς ἡ θεία Γραφὴ τὸν ἐνιαυτὸν διαιρεῖ, ἀλλ' εἰς δύο τὰς γενικωτάτας, χειμῶνα καὶ θέρος· ἑπτὰ οὖν τοιαῦτα τμήματα τρία καὶ ἥμισυ πληροῖ ἔτη· Τοσοῦτον δὲ, φησὶν, ἐν τῇ συμφορᾷ διατελέσεις χρόνον· "ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν." Ἐπειδὴ γὰρ ὀνειρο πολεῖς εἶναι θεὸς, μᾶλλον δὲ καὶ κρείττων Θεοῦ, ἀφαιρεῖταί σου Θεὸς καὶ τὸν ἀνθρώπινον λογισμὸν, καὶ τοῖς θηρίοις σε ἐοικέναι ποιήσει, ἵνα τῇ πείρᾳ μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τί μὲν ἀν θρωπίνη εὐκληρία, τί δὲ θεία βασιλεία, καὶ ὅτι ταύτης τυχεῖν ἀδύνατον μὴ βουλομένου Θεοῦ. κγʹ. "Καὶ ὅτι εἶπε, φησίν· Ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου, ἡ βασιλεία σου σοὶ μενεῖ, ἀφ' ἧς ἂν γνῷς τὴν βασιλείαν τὴν οὐράνιον." Ἀπο στερηθεὶς γὰρ τῆς βασιλείας, κἀκεῖνα ὑπομείνας ἅπαντα, ἐπιγνώσῃ τῆς βασιλείας τὸν χορηγὸν, εἶτα γνοὺς ἀπολήψῃ πάλιν τὴν προτέραν ἐξουσίαν· ἵνα καὶ τῇ ἀφαιρέσει, καὶ τῇ ἀποδόσει, μάθῃς ἀκριβῶς, τίς ὁ τῶν ὅλων κυβερνήτης, τίς ὁ σοφῶς ἅπαντα ἰθύνων καὶ πρυτανεύων. Οὕτως εἰρηκὼς τὰ ἐσόμενα, παραίνεσιν