35
Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ' ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχὰς, καὶ διαῤῥήξω αὐτὰ ἐπὶ τῶν βραχιόνων ὑμῶν, καὶ ἐξαποστελῶ τὰς ψυχὰς, ἃς ὑμεῖς ἐξεστρέψατε, τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν. Καὶ ῥήξω τὰ ἐπι βόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκ ἔτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφὴν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἐλέγξω, φησὶ, τοὺς ὑμετέρους λόγους, καὶ δείξω ψευδεῖς, καὶ ἀντὶ τῶν χρηστῶν ἐκείνων ἐπαγγελιῶν, αἳ ἐοίκασιν ὑπαυχενίοις μαλακοῖς καὶ ὑπαγκωνίοις, ἐπάξω τὰ ἀλγεινὰ τῷ πεισθέντι ὑμῖν λαῷ, καὶ διασκορπιῶ αὐτοὺς, τῇ πείρᾳ διδάσκων τὸ ὑμέτερον ψεῦδος. Ἐλευθερώσω δὲ αὐτοὺς ὅμως ἀπὸ τῆς ὑμετέρας ψευδολογίας, πείθων αὐτοὺς, δι' ὧν ὑπομένουσι, μηκέτι τοῖς ὑμετέροις προσέχειν λό γοις, ἀλλ' ἐμὲ Κύριον ἐπιγράφεσθαι καὶ ∆εσπό την. κβʹ, κγʹ. Ἀνθ' ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν, καὶ τοῦ κατισχύσαι χεῖρας ἀνόμου τὸ καθόλου, τοῦ μὴ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πο νηρᾶς, καὶ ζῆσαι αὐτόν. ∆ιὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε, καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι· καὶ 81.920 ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ γνώ σεσθε ὅτι ἐγὼ Κύριος. Ἐπειδὴ γὰρ, φησὶ, τοὺς μὲν δικαίους διεταράττετε καὶ ἐχειμάζετε (οὕτω γὰρ ὁ Ἀκύλας ἡρμήνευσε), λυπηρὰ αὐτοῖς προλέγοντες, θρασυτέρους δὲ τοὺς παρανόμους ἀπετελεῖτε, ἀγαθὰ προθεσπίζοντες, καὶ ἑκάτερα παρὰ τὸν ἐμὸν ἐποιεῖτε σκοπόν· τούτου χάριν, παντελεῖ ὑμᾶς παραδώσω ὀλέθρῳ, καὶ τὴν ψευδῆ μαντείαν ὑμῶν καταπαύσω, καὶ τῆς δι' ὑμῶν ἀπωλείας τὸν ἐμὸν ἐλευθερώσω λαόν. Οὕτω τὰ περὶ τούτων προθεσπίσας, ἐφ' ἕτερον μεταφέρει τὸν λόγον.
ΚΕΦΑΛΑΙΟΝ Ι∆ʹ. αʹ-γʹ. Καὶ ἦλθον, φησὶ, πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, καὶ
ἐκάθισαν πρὸ προσώπου μου. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὑτῶν ἐπὶ τὰς καρδίας αὑτῶν, καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὑτῶν ἔθηκαν πρὸ προσώπου αὑτῶν· εἰ ἀποκρινόμενος ἀπο κριθῶ αὐτοῖς; Σαφέστερον τοῦτο ὁ Ἀκύλας ἡρμή νευσεν· "Οἱ ἄνδρες οὗτοι ἀνήνεγκαν τὰ εἴδωλα αὑτῶν ἐπὶ καρδίας αὑτῶν, καὶ σκάνδαλον ἀνομίας αὑτῶν ἔδωκαν ἀπέναντι τοῦ προσώπου αὑτῶν." Ἃ γὰρ κακῶς, φησὶ, διανοηθέντες ἐπιτελοῦσι, καὶ ἠπειλημένης τοῖς ἀδίκοις κολάσεως ἀναίδην κατα φρονήσαντες, παρεγένοντο πρὸς σὲ, πυθέσθαι τι βουλόμενοι, καὶ ἀποκρίσεως ἀξιωθῆναι προσ δοκῶντες. δʹ, εʹ. ∆ιὰ τοῦτο λάλησον αὐτοῖς, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ὃς ἐὰν θῇ τὰ διανοήματα αὑτοῦ ἐπὶ καρδίας αὑτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὑτοῦ τάξῃ πρὸ προσ ώπου ἑαυτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν τούτοις, ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ, ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμοῦ ἐν τοῖς ἐνθυμή μασιν αὐτῶν. Ἐπειδὴ τοῖς προφήταις καὶ τοῖς ψευδοπροφήταις ὁμοίως ἐκέχρηντο οἱ τῇ ἀσεβείᾳ δουλεύοντες, καὶ ἐπυνθάνοντο, οὐχ ἵνα πάντως τὰ ὑπὸ τοῦ Θεοῦ κελευόμενα περάνωσιν, ἀλλὰ βουλό μενοι μανθάνειν εἰ συμβαίνουσι τοῖς λογισμοῖς αἱ προῤῥήσεις· τούτου χάριν, ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου φησὶν, ὅτι Πᾶς ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ταῖς μὲν θείαις ἀντιλέγων διδασκαλίαις, μόνοις δὲ τοῖς οἰκείοις πειθόμενος λογισμοῖς, καὶ τῆς ἠπειλημένης τοῖς παρανόμοις καταφρονῶν τι μωρίας, κἂν πρὸς ψευδοπροφήτην ἀπέλθῃ, τὰ μὲν οἰκεῖα βουλήματα πληρῶσαι θέλων, ἀπόπειραν δὲ ποιούμενος, εἰ συμβαίνουσι τοῖς οἰκείοις λογισμοῖς αἱ προῤῥήσεις, ἐγὼ, φησὶν, ἀποκριθήσομαι αὐτῷ. Ἐπειδὴ οὐκ εὐθείᾳ κέχρηται διανοίᾳ, συγχωρήσω 81.921 τῷ ψευδοπροφήτῃ τοὺς λογισμοὺς αὐτοῦ βεβαιῶσαι· ὀλέθρου γάρ ἐστι καὶ ἀπωλείας ἄξιος. ∆ιὰ τοῦτο, φησὶν, "Ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας