35
δέρουσιν. Τί γὰρ ὠφέλησεν Ὅμηρον συγγράψαι τὸν Ἰλιακὸν πόλεμον καὶ πολλοὺς ἐξαπατῆσαι, ἢ Ἡσίοδον ὁ κατάλογος τῆς θεογονίας τῶν παρ' αὐτῷ θεῶν ὀνομαζομένων, Ὀρφέα οἱ τριακόσιοι ἑξήκοντα πέντε θεοί, οὓς αὐτὸς ἐπὶ τέλει τοῦ βίου ἀθετεῖ, ἐν ταῖς ∆ιαθήκαις αὐτοῦ λέγων ἕνα εἶναι θεόν; τί δὲ ὠφέλησεν Ἄρατον ἡ σφαιρογραφία τοῦ κοσμικοῦ κύκλου, ἢ τοὺς τὰ ὅμοια αὐτῷ εἰπόντας, πλὴν τῆς κατ' ἄνθρωπον δόξης, ἧς οὐδὲ αὐτῆς κατ' ἀξίαν ἔτυχον; τί δὲ καὶ ἀληθὲς εἰρήκασιν; ἢ τί ὠφέλησεν Eὐριπίδην καὶ Σοφοκλέα ἢ τοὺς λοιποὺς τραγῳδιογράφους αἱ τραγῳδίαι, ἢ Μένανδρον καὶ Ἀριστο- φάνην καὶ τοὺς λοιποὺς κωμικοὺς αἱ κωμῳδίαι, ἢ Ἡρόδοτον καὶ Θουκυδίδην αἱ ἱστορίαι αὐτῶν, ἢ Πυθαγόραν τὰ ἄδυτα καὶ Ἡρακ- λέους στῆλαι, ἢ ∆ιογένην ἡ κυνικὴ φιλοσοφία, ἢ Ἐπίκουρον τὸ δογματίζειν μὴ εἶναι πρόνοιαν, ἢ Ἐμπεδοκλέα τὸ διδάσκειν ἀθεό- τητα, ἢ Σωκράτην τὸ ὀμνύειν τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον καὶ τὸν κεραυνωθέντα Ἀσκλήπιον καὶ τὰ δαιμόνια ἃ ἐπεκαλεῖτο· πρὸς τί δὲ καὶ ἑκὼν ἀπέθνησκεν, τίνα καὶ ὁποῖον μισθὸν μετὰ θάνατον ἀπολαβεῖν ἐλπίζων; τί δὲ ὠφέλησεν Πλάτωνα ἡ κατ' αὐτὸν παιδεία, ἢ τοὺς λοιποὺς φιλοσόφους τὰ δόγματα αὐτῶν ἵνα μὴ τὸν ἀριθμὸν αὐτῶν καταλέγω πολλῶν ὄντων; ταῦτα δέ φαμεν εἰς τὸ ἐπιδεῖξαι τὴν ἀνωφελῆ καὶ ἄθεον διάνοιαν αὐτῶν. ∆όξης γὰρ κενῆς καὶ ματαίου πάντες οὗτοι ἐρασθέντες οὔτε αὐτοὶ τὸ ἀληθὲς ἔγνωσαν οὔτε μὴν ἄλλους ἐπὶ τὴν ἀλήθειαν προ- ετρέψαντο. καὶ γὰρ ἃ ἔφασαν αὐτὰ ἐλέγχει αὐτούς, ἢ ἀσύμφωνα εἰρήκασιν, καὶ τὰ ἴδια δόγματα οἱ πλείους αὐτῶν κατέλυσαν· οὐ γὰρ ἀλλήλους μόνον ἀνέτρεψαν, ἀλλ' ἤδη τινὲς καὶ τὰ ἑαυτῶν δόγματα ἄκυρα ἐποίησαν, ὥστε ἡ δόξα αὐτῶν εἰς ἀτιμίαν καὶ μωρίαν ἐχώρησεν· ὑπὸ γὰρ τῶν συνετῶν καταγινώσκονται. Ἤτοι γὰρ περὶ θεῶν ἔφασαν, αὐτοὶ δ' ὕστερον ἀθεότητα ἐδίδαξαν, ἢ εἰ καὶ περὶ κόσμου γενέσεως, ἔσχατον αὐτοματισμὸν εἶπον εἶναι τῶν πάντων, ἀλλὰ καὶ περὶ προνοίας λέγοντες πάλιν ἀπρονόητον εἶναι κόσμον ἐδογμάτισαν. τί δ'; οὐχὶ καὶ περὶ σεμνότητος πειρώ- μενοι γράφειν ἀσελγείας καὶ πορνείας καὶ μοιχείας ἐδίδαξαν ἐπι- τελεῖσθαι, ἔτι μὴν καὶ τὰς στυγητὰς ἀρρητοποιΐας εἰσηγήσαντο; καὶ πρώτους γε τοὺς θεοὺς αὐτῶν κηρύσσουσιν ἐν ἀρρήτοις μίξεσιν συγγίνεσθαι ἔν τε ἀθέσμοις βρώσεσιν. τίς γὰρ οὐκ ᾄδει Κρόνον τεκνοφάγον, ∆ία δὲ τὸν παίδα αὐτοῦ τὴν Μῆτιν καταπίνειν καὶ δεῖπνα μιαρὰ τοῖς θεοῖς ἑτοιμάζειν· ἔνθα καὶ χωλὸν Ἥφαιστόν τινα χαλκέα φασὶν διακονεῖν αὐτοῖς· τήν τε Ἥραν ἰδίαν ἀδελφὴν αὐτοῦ μὴ μόνον τὸν ∆ία γαμεῖν, ἀλλὰ καὶ διὰ στόματος ἀνάγνου ἀρρητο- ποιεῖν; τάς τε λοιπὰς περὶ αὐτοῦ πράξεις, ὁπόσας ᾄδουσιν οἱ ποιηταί, εἰκὸς ἐπίστασαι. τί μοι λοιπὸν καταλέγειν τὰ περὶ Ποσει- δῶνος καὶ Ἀπόλλωνος ἢ ∆ιονύσου καὶ Ἡρακλέους, Ἀθηνᾶς τῆς φιλομόλπου καὶ Ἀφροδίτης τῆς ἀναισχύντου, ἀκριβέστερον πεποιη- κότων ἡμῶν ἐν ἑτέρῳ τὸν περὶ αὐτῶν λόγον; Oὐδὲ γὰρ ἐχρῆν ἡμᾶς ταῦτα ἀνασκευάζειν, εἰ μὴ ὅτι σε θεωρῶ