Ὀζιὴλ υἱὸς Ζαχαρίου, Ἰηοῦ υἱὸς Ἀνανίου, Μιχαίας ὁ Μορασθήτης, υἱὸς Ἀμαλή· ἐφ' οὗ ψευδοπροφῆται Σεδεκίας υἱὸς Χαναάν, ὁ ποιήσας ἑαυτῷ κέρατα σιδηρᾶ καὶ μανεὶς ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα. ἔτι προεφήτευεν Ἐλιέζερ καὶ ἄλλοι υʹ ψευδοπροφῆται καὶ τῆς αἰσχύνης υνʹ ψευδοπροφῆται τοῦ Βαάλ. γʹ, δʹ. Ἑβραίων ἀρχιερεὺς Ἰωαννάν. εʹ, ϛʹ. Προεφήτευον Ἠλεί, Ἀβδιοῦ, Ὀζιήλ, Ἰηοῦ, Μιχαίας. ζʹ, ηʹ, θʹ, ιʹ. Ψευδοπροφῆται Σεδεκίας, Ἐλιέζερ, καὶ ἄλλοι τετρακόσιοι. ιαʹ, ιβʹ, ιγʹ. Ἀνομβρία γέγονεν ἐν τῇ Παλαιστίνῃ ἐπὶ ἔτη τρία καὶ μῆνας ϛʹ. ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. Ἑβραίων ἀρχιερεὺς Ἀζαρίας ἐγνωρίζετο. 179 ιθʹ, κʹ, καʹ. Προεφήτευεν Ἰεζεκιὴλ ὁ τοῦ Ἐλιέζερ. κβʹ, κγʹ, κδʹ. Ἰωσαφὰτ βασιλεὺς τοῦ Ἰούδα ἀνεῖλεν τοὺς ἰδίους ἀδελφοὺς καὶ ἐκ τῶν ἀρχόντων τοῦ λαοῦ. κεʹ. Ἑβραίων τοῦ Ἰσραὴλ ἐβασίλευσεν πέμπτος Ἀμβρὶ ἔτη βʹ. ὁμοῦ ξβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ. Μετὰ Ἰωσαφὰτ ἐβασίλευσεν ἕβδομος τῶν δύο φυλῶν Ἰούδα καὶ Μανασσῆ Ἰωρὰμ ὁ υἱὸς αὐτοῦ ἐν Σαμαρείᾳ ἔτη ιʹ. ὁμοῦ δχεʹ. αʹ. Ἑβραίων ἀρχιερεὺς Ἀχιτώβ. βʹ. Ἰωρὰμ υἱὸς Ἰωσαφὰτ εἰδώλοις δουλεύσας οἰκοδόμησεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ὁμοίως τῷ πατρὶ αὐτοῦ. γʹ, δʹ, εʹ, ϛʹ. Ἠλίας ἐξ ἀνθρώπων ἀπῆλθεν. 180 ζʹ, ηʹ. Ἰωρὰμ βασιλεὺς Ἰούδα ἐνόσησεν δεινῶς, ὥστε τὰ ἔντερα αὐτοῦ φανῆναι. θʹ. Προεφήτευσεν Ἀμὼς καὶ Ἐλισσαῖος. ιʹ. Ἰωναδὰβ υἱὸς Ῥηχὰβ ἐγνωρίζετο. Μετὰ Ἀμβρὶ ἕκτος υἱὸς Ἀχαάβ, ὢν ἐτῶν λεʹ, ἐβασίλευσεν τοῦ Ἰσραὴλ ἔτη κβʹ. ὁμοῦ πδʹ. αʹ. Ὁ Ἀχαὰβ οὗτος ἔλαβε γυναῖκα τὴν θυγατέρα Ἰθωβάλου τοῦ Τυρίων καὶ Σιδωνίων βασιλέως, ᾗ ὄνομα Ἰεζάβελ. βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ. Ἀχαὰβ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ διὰ τὴν γυναῖκα αὐτοῦ Ἰεζάβελ ἐδούλευσεν τῷ Βαάλ, καὶ τοῖς εἰδώλοις προσανέχων παρώργισεν κύριον τὸν θεόν· ᾧτινι Ἠλίας ὁ Θεσβίτης προεφήτευσεν τοῦ μὴ γενέσθαι ὑετὸν ἐπὶ τὴν γῆν ἐπὶ ἔτη γʹ καὶ μῆνας ϛʹ. ἀναχωρήσας δὲ ὁ Ἠλίας κατὰ ἀνατολάς, καὶ καθίσας ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰδ τῷ ἐπὶ πρόσωπον τοῦ Ἰορδάνου, ὥστε ἐξ αὐτοῦ πίνειν, τροφὴ αὐτῷ διὰ κοράκων ἐχορηγεῖτο. καὶ χήρᾳ δέ 181 τινι διὰ λιμὸν μελλούσῃ ἅμα τῷ ἑαυτῆς υἱῷ τελευτᾶν τὴν ὑδρίαν τοῦ ἀλεύρου καὶ τὸν καψάκην τοῦ ἐλαίου εἰς ἐπάρκειαν τοῦ λιμοῦ ἀνεξάλειπτα ἐποίησεν. ἀνέστησεν δὲ αὐτῆς καὶ τὸ παιδίον τεθνηκότα. μετὰ δὲ τὸ πληρωθῆναι τὸν χρόνον τῆς ἀβροχίας ἐκ κελεύσεως θεοῦ ἔρχεται πρὸς αὐτὸν Ἀχαάβ, ἵνα ὑετὸς γένηται. καὶ λέγει τῷ Ἀχαάβ, ζήλῳ θεοῦ κινηθείς, συναχθῆναι πάντα τὸν Ἰσραὴλ καὶ τοὺς προφήτας τοῦ Βαὰλ υνʹ καὶ τοὺς προφήτας τῆς αἰσχύνης υʹ εἰς τὸ ὄρος τὸ Καρμήλιον. αἰτήσας δὲ βόας δύο εἶπεν ὅπως οἱ προφῆται τῆς αἰσχύνης προσευξάμενοι τοῖς θεοῖς αὐτομάτως πυρὶ ἀναλώσουσιν τὰ ὑποκείμενα. καὶ ὡς θύσαντες τοῖς θεοῖς αὐτῶν οὐδὲν ἤνυον ἄχρι μεσημβρίας, ὁ αὐτὸς προφήτης ἕτερον βοῦν θύσας, ὕδωρ ἐπικλύσας ηὔξατο τῷ θεῷ, καὶ πῦρ ἀπ' οὐρανοῦ κατελθὸν ἅπαντα κατανάλωσεν. καὶ οὕτως ὑπήκοον τὸν Ἀχαὰβ ποιήσας τοὺς ψευδοπροφήτας ἐθανάτωσεν, καὶ ὁ ὑετὸς ἐπέκλυσε τὴν γῆν. ἀναχωρήσαντος δὲ αὐτοῦ ἕως ὄρους Χωρὴβ καὶ ∆αμασκοῦ, καὶ ἀσίτου διαρκέσαντος ἡμέρας τεσσεράκοντα, προστάσσεται παρὰ θεοῦ χρῖσαι τὸν Ἀζαὴλ βασιλέα τῆς Συρίας καὶ τὸν Ἰηοῦ υἱὸν Ναμεσσῆ ἐπὶ Ἰσραὴλ καὶ τὸν Ἐλισσαῖον εἰς προφήτην. καὶ ἐπανελθόντος αὐτοῦ πάλιν πρὸς Ἀχαὰβ ἤλεγξεν αὐτὸν ἐπὶ τῇ συμφορᾷ τοῦ φόνου Ναβουθὲ διὰ κῆπον, ὃν ἐπὶ ψευδομαρτυρίᾳ λίθοις ἀπεκτάγκει, ἐπαγγειλάμενος τῷ οἴκῳ αὐτοῦ παντὶ ὄλεθρον ἔσεσθαι· ὃ καὶ γέγονεν. 182 ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ. Ἦσαν ψευδοπροφῆται Ἐζεκίας καὶ Ἐλιέζερ καὶ ἄλλοι υʹ. ιεʹ. Τῶν ἀλλοφύλων συναχθέντων ἐπὶ Ἰωσαφὰτ βασιλέα Ἰούδα πολεμῆσαι τὸν Ἰούδαν, ἔνεδρον ἔδωκεν εἰς αὐτοὺς ὁ θεός, καὶ ἀνέστησαν καὶ ἐφόνευσαν ἀλλήλους, καὶ διεσώθη Ἰωσαφὰτ καὶ Ἰούδας. ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ. Ἀχαὰβ ὁ βασιλεὺς Ἰσραὴλ συμβαλὼν τῷ Ἄδερ βασιλεῖ Συρίας εἰς πόλεμον ἀναιρεῖται. Μετὰ Ἰωρὰμ ὄγδοος ἐβασίλευσεν τῶν δύο φυλῶν Ἰούδα