De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ἀνοίγουσιν τὴν ἐξάγουσαν πύλην ἀπὸ τοῦ ὡρολογίου εἰς τὸν λαυσιακόν. εἶθ' οὕτως μετὰ τῶν μαγλαβιτῶν καὶ τῶν παρεβδομαρίων τῆς ἑταιρείας ἀνοίγουσι τὸν Ἰουστινιανοῦ τρίκλινον καὶ τὰ σκύλα καὶ τὴν ἐξάγουσαν εἰς τὸν ἱππόδρομον πύλην, καὶ οἱ μὲν τῆς μέσης ἑταιρείας ἐῶνται καθέζεσθαι εἰς τὰ σκύλα. ὁ δὲ ἑταιρειάρχης καὶ ὁ παπίας 519 καὶ οἱ τῆς μεγάλης ἑταιρείας μετὰ τῶν διαιταρίων ὑποστρέφουσιν, καὶ ὁ μὲν ἑταιρειάρχης ἐρχόμενος καθέζεται εἰς τὸν λαυσιακὸν πρὸ τῆς χαλκῆς πύλης τῆς ἀνοιγούσης εἰς τὸ μαγειρεῖον. ὁ δὲ παπίας εἰσέρχεται εἰς τὸν χρυσοτρίκλινον, καὶ τίθησι τὰ κλειδία εἰς τὸ σκάμνον τὸ ἱστάμενον ἔνδον τοῦ βήλου τῆς πρὸς δύσιν ἀριστερᾶς καμάρας. δύο δὲ διαιτάριοι μετὰ μαγλαβίτου ἀπέρχονται, καὶ ἀνοίγουσιν τά τε ἀσηκρητεῖα καὶ τὴν ἐξάγουσαν εἰς τὸ εἰδικὸν πύλην· οἱ δὲ τοῦ κοιτῶνος ἑβδομάριοι αἴρουσιν ἀπὸ τοῦ βεστιαρίου τὸ τοῦ βασιλέως σκαραμάγγιον, καὶ ἀποφέροντες τιθέασιν αὐτὸ εἰς τὸ σκάμνον τὸ ἔξω τῶν ἀργυρῶν πυλῶν τοῦ κοιτῶνος ἱστάμενον, δηλονότι τῶν ἐξαγόντων εἰς τὸν χρυσοτρίκλινον. (β.) Καὶ τῆς πρώτης ὥρας πληρουμένης, ἔρχεται ὁ τῶν διαιταρίων πριμικήριος, καὶ κρατῶν τὸ τοῦ ῥωμανησίου κλεῖθρον κρούει τρίτον ἐπὶ τῆς ἀργυρᾶς ἐκείνης θύρας, καὶ εὐθέως, κελεύοντος τοῦ βασιλέως, εἰσάγουσιν οἱ κοιτωνῖται τὸ σκαραμάγγιον καὶ περιβάλλεται τοῦτο ὁ βασιλεὺς, καὶ ἐξερχόμενος εἰσέρχεται εἰς τὸν χρυσοτρίκλινον, καὶ ἵσταται ἐν τῇ κατὰ ἀνατολὰς κόγχῃ, ἐν ᾗ καὶ ἡ θεανδρείκελος τοῦ κυρίου ἡμῶν καὶ Θεοῦ ἐστηλογράφηται εἰκὼν, καὶ τῷ Θεῷ τὰς συνήθεις εὐχὰς ἀποδοὺς καὶ μετάνοιαν βαλὼν, τὸ δουλικὸν πρὸς Θεὸν δείκνυσι σέβας, καὶ εἶθ' οὕτως καθέζεται ἐν τῷ ἐκεῖσε 520 ἱσταμένῳ χρυσῷ σελλίῳ, καὶ λέγει πρὸς τὸν παπίαν, αὐτοῦ δηλονότι τοῦ παπίου καὶ τοῦ δευτέρου ἱσταμένων εἰς τὸ πρὸς δύσιν δεξιὸν βῆλον, πλησίον τοῦ συρτοῦ βήλου "τὸν λογοθέτην." καὶ εὐθέως ἐξερχόμενος ὁ παπίας εἰς τὸν λαυσιακὸν, ἔνθα οἱ μαγλαβῖται ἵστανται, λέγει τὸν ἀδμινσουνάλιον ἀπελθόντα εἰσάξαι τὸν λογοθέτην. ὁ δὲ ἀπερχόμενος εἰς τὰ ἀσηκρητεῖα εἰσάγει τὸν λογοθέτην προπορευόμενος αὐτοῦ. ὁ δὲ παπίας ἀνιστάμενος ἀπὸ τοῦ τῶν μαγλαβιτῶν σκάμνου, ἀναλαμβάνεται τὸν λογοθέτην προπορευόμενος αὐτοῦ, καὶ εἰσάγει αὐτὸν εἰς τὸν χρυσοτρίκλινον. καὶ δὴ τοῦ λογοθέτου εἰσελθόντος ἔνδον τοῦ βήλου, πίπτει ἐπ' ἐδάφους προσκυνῶν, καὶ εὐθέως ἀνέρχεται πρὸς τὸν βασιλέα. ἰστέον, ὅτι, τοῦ λογοθέτου ἐξερχομένου καὶ πάλιν εἰσερχομένου, οὐ προσκυνεῖ. ἰστέον, ὅτι οἷόν τινα ἄρχοντα ἢ συγκλητικὸν κελεύει ὁ βασιλεὺς θεάσασθαι, εἰσερχόμενος ὁ τοιοῦτος πίπτει καὶ προσκυνεῖ καὶ ἐξέρχεται. εἰ δὲ πάλιν βουληθῇ τοῦτον θεάσασθαι ὁ βασιλεὺς, ἐν τῷ εἰσέρχεσθαι τοῦτον οὐ προσκυνεῖ. ἰστέον, ὅτι ἐν ταῖς μεγάλαις ἡμέραις, εἰ οὐκ ἔστιν ἡ ἐπείγουσα καὶ συνέχουσα δουλεία εἰς τὴν τῶν δημοσίων πρα 521 γμάτων ἀντίληψιν, δίδονται μίνσαι, ὥρας τρίτης πληρουμένης. ἰστέον, ὅτι, τῆς ὥρας καταλαβούσης, ὅτε μέλλουσιν γίνεσθαι μίνσαι, λέγει ὁ βασιλεὺς πρὸς τὸν παπίαν· "ἄπελθε, ποίησον μίνσας." καὶ εὐθέως αἴρων ὁ παπίας ἀπὸ τοῦ σκάμνου τὰ κλειδία, ἐξερχόμενος ταῦτα διασείει, ὥστε τῇ τούτων διασείσει κτύπον ἀποτελεῖσθαι, ἵνα διὰ τοῦ κτύπου γνῶσι πάντες, ἐξέρχεσθαι τὸν παπίαν ποιῆσαι μίνσας. ἰστέον, ὅτι ταῖς καθημεριναῖς ὁ βασιλεὺς ἐν τῷ πρὸς ἀνατολὰς δεξιῷ μέρει τοῦ θρόνου ἐν τῷ ἐκεῖσε ἱσταμένῳ χρυσῷ σελλίῳ καθέζεται ἀπὸ σκαραμαγγίου ἄνευ τοῦ χρυσοπερικλείστου σαγίου· ἐν δὲ ταῖς κυριακαῖς ἐν τῷ ἀριστερῷ μέρει τοῦ αὐτοῦ θρόνου ἐν τῷ ἐκεῖσε ἱσταμένῳ βλαττοστρώτῳ καθέζεται σελλίῳ, περιβεβλημένος καὶ τὸ χρυσοπερίκλειστον σαγίον. καὶ πρὸ τοῦ εἰσελθεῖν τὸν λογοθέτην εἰσέρχονται οἱ τοῦ χρυσοτρικλίνου· εἰσάγει δὲ τούτους ὁ παπίας, καὶ ἵστανται ἔνδον τοῦ συρτοῦ πρὸς δύσιν βήλου. ἰστέον, ὅτι, εἰ βουληθῇ θεάσασθαι ὁ βασιλεὺς ἐθνικούς τινας, ἐν τῷ αὐτῷ ἀριστερῷ μέρει τοῦ θρόνου καθέζεται, περιβεβλημένος καὶ τὸ χρυσοπερίκλειστον σαγίον, καὶ προεισέρχονται ὁμοίως οἱ τοῦ χρυσοτρικλίνου, καὶ ἵστανται, ὡς εἴρηται. ἰστέον, ὅτι ταῖς κυριακαῖς οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι μετὰ σαγίων ῥοῆς εἰσέρχονται εἰς τὴν προέλευσιν, ταῖς δὲ καθημεριναῖς ἀπὸ σκαραμαγγίων. ἰστέον, ὅτι, εἰ βουληθῇ ὁ 522 βασιλεὺς ταῖς καθημεριναῖς ἡμέραις τούς τε μαγίστρους καὶ πατρικίους θεάσασθαι, μετὰ σαγίων ῥοῆς εἰσέρχονται εἰς τὸν βασιλέα. οἱ δὲ ὀφφικιάλιοι ταῖς μὲν κυριακαῖς μετὰ τῶν αὐτῶν ῥοῆς σαγίων, ταῖς δὲ καθημεριναῖς ἀπὸ σκαραμαγγίων. ἰστέον, ὅτι, δοχῆς ἐν τῷ χρυσοτρικλίνῳ