αὐτοῖς τελευτᾷ, κοινωνήσας εἰς τὰ Ἐπιφάνια εἰς τὴν ἐκκλησίαν. Ἀφηγεῖτο οὖν ἡμῖν περὶ τὸν θάνατον ὅτι "Τρίτον ἔτος ἔχω μὴ ὀχλούμενος ὑπὸ ἐπιθυμίας σαρκικῆς, - μετὰ τοσοῦτον βίον καὶ κόπον καὶ πόνον καὶ προσευχὴν ἀδιάλειπτον". Τούτῳ ἐμηνύθη ἡ τελευτὴ τοῦ πατρὸς καὶ λέγει τῷ ἀναγγείλαντι· "Παῦσαι βλασφημῶν· ὁ γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν". 39 .tΠερὶ Πίωρ 39.1 Πίωρ τις Αἰγύπτιος νέος ἀποταξάμενος ἐξῆλθε τοῦ οἴκου τοῦ πατρικοῦ, καὶ λόγον ἔδωκε τῷ θεῷ δι' ὑπερ βολὴν ζήλου μηκέτι ἰδεῖν τινα τῶν ἰδίων. Μετὰ οὖν πεν τήκοντα ἔτη ἡ ἀδελφὴ τούτου γηράσασα καὶ ἀκούσασα ὅτι ζῇ, εἰς ἔκστασιν ἤλαυνεν ἐὰν μὴ αὐτὸν ἴδῃ. Ἐλθεῖν δὲ μὴ δυναμένη ἐν τῇ πανερήμῳ, ἱκέτευσε τὸν κατὰ τὸν τόπον ἐπίσκοπον γράψαι τοῖς πατράσι τοῖς ἐν τῇ ἐρήμῳ, ἵνα αὐτὸν ἀποστείλωσι καὶ ἴδῃ αὐτόν. Βίας οὖν αὐτῷ πολλῆς περιτεθείσης ἔδοξεν ἄλλον ἕνα παραλαβεῖν καὶ ὑπά γειν. 39.2 Καὶ ἐσήμανεν ἐν τῷ οἴκῳ τῆς ἀδελφῆς ὅτι "Ὁ ἀδελφός σου Πίωρ παρεγένετο". Στὰς οὖν ἔξω καὶ τοῦ ψόφου τῆς θύρας αἰσθόμενος ὅτι ἐξῆλθεν εἰς συνάν τησιν ἡ γραῦς, καμμύσας τοὺς ὀφθαλμοὺς ἐβόησεν πρὸς αὐτήν· "Ἡ δεῖνα, ἡ δεῖνα, ἐγώ εἰμι Πίωρ ὁ ἀδελφός σου, ἐγώ εἰμι· βλέπε με ὅσον θέλεις". Πληροφορηθεῖσα οὖν ἐκείνη καὶ δοξάσασα τὸν θεόν, καὶ μὴ πείσασα αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτῆς, ὑπέστρεψεν εἰς τὴν ἰδίαν οἰκίαν· ὁ δὲ εὐχὴν ποιήσας εἰς τὰς φλιὰς ἀπεδήμησε πάλιν ἐν τῇ ἐρήμῳ. 39.3 Τοῦτο δὲ αὐτοῦ τὸ θαῦμα φέρεται, ὅτι εἰς τὸν τόπον ὃν ᾤκησεν ὀρύξας εὗρεν ὕδωρ πικρότατον· καὶ μέχρις οὗ ἐτελεύτησεν ἐκεῖ παρέμεινε, στοιχήσας τῇ πικρότητι τοῦ ὕδατος ἵνα δείξῃ τὴν ἑαυτοῦ ὑπομονήν. Πολλοὶ οὖν τῶν μοναχῶν μετὰ τὸν θάνατον αὐτοῦ φιλονεικήσαντες μεῖναι ἐν τῷ κελλίῳ αὐτοῦ ἐνιαυτὸν οὐκ ἴσχυσαν ἐκτε λέσαι· ἔστι γὰρ φοβερὸς ὁ τόπος καὶ ἀπαράκλητος. 39.4 Μωσῆς ὁ Λίβυς, ἀνὴρ πραότατος λίαν καὶ ἀγαπη τικώτατος, κατηξιώθη χαρίσματος ἰαμάτων. Οὗτός μοι διηγήσατο ὅτι "Ἐν τῷ μοναστηρίῳ ὢν νέος φρέαρ ὠρύ ξαμεν μέγιστον, εἴκοσι ποδῶν πλάτος· ἐν τούτῳ τρεῖς ἡμέρας ἐκχοίσαντες ἄνδρες ὀγδοήκοντα καὶ τὴν συνήθη καὶ ὕποπτον φλέβα παρελθόντες ὡς πῆχυν, οὐχ εὕρομεν ὕδωρ. Πάνυ οὖν λυπηθέντες ἐσκεπτόμεθα ἀναχωρῆσαι τοῦ ἔργου· καὶ ἐπιστὰς ὁ Πίωρ ἐκ τῆς πανερήμου ἐν αὐτῇ τῇ ἕκτῃ τοῦ καύματος, γέρων περιβεβλημένος τὴν μηλωτήν, ἠσπάσατο ἡμᾶς καὶ λέγει μετὰ τὸν ἀσπασμόν· "Τί ἐμι κροψυχήσατε, ὀλιγόπιστοι; Ἑώρακα γὰρ ὑμᾶς ἀπὸ ἐχθὲς μικροψυχοῦντας". 39.5 Καὶ κατελθὼν ἐν τῇ κλίμακι εἰς τὸ ὄρυγμα τοῦ φρέατος ποιεῖ εὐχὴν σὺν αὐτοῖς· καὶ λαβὼν τὸν ὄρυγα λέγει κατενεγκὼν τρίτην πληγήν· "Ὁ θεὸς τῶν ἁγίων πατριαρχῶν, μὴ ἀχρειώσῃς τὸν πόνον τῶν δούλων σου, ἀλλὰ ἀπόστειλον αὐτοῖς τὴν τῶν ὑδάτων χρείαν". Καὶ παραχρῆμα ἐξεπήδησεν ὕδωρ ὡς ῥαντισθῆναι ὅλους. Πάλιν οὖν προσευξάμενος ᾤχετο. Ἀναγκαζόντων οὖν αὐτὸν φαγεῖν οὐκ ἠνέσχετο εἰπών· "∆ι' ὃ ἀπεστά λην ἠνύσθη· δι' ἐκεῖνο δὲ οὐκ ἀπεστάλην"". 40 .tΠερὶ Ἐφραίμ 40.1 Τὰ κατὰ Ἐφραὶμ τὸν διάκονον τῆς Ἐδεσηνῶν ἐκκλησίας πάντως ἀκήκοας· γέγονε γὰρ εἷς τῶν μνημο νεύεσθαι ἀξίων παρὰ τῶν ὁσίων. Οὗτος ἀξίως τὴν τοῦ πνεύματος ὁδὸν ἐξανύσας καὶ μὴ ἐκτραπεὶς τῆς εὐθείας κατηξιώθη χαρίσματος γνώσεως φυσικῆς, ἣν διαδέχεται θεολογία καὶ ἐσχάτη μακαριότης. Τὸν ἥσυχον οὖν ἀεὶ ἐξ ασκήσας βίον καὶ τοὺς παρατυγχάνοντας οἰκοδομῶν ἐπὶ ἔτη ἱκανά, ἐς ὕστερον προῆλθε τῆς κέλλης ἐξ αἰτίας τοιᾶσδε· 40.2 λιμοῦ καταλαβόντος μεγάλου τὴν Ἐδεσηνῶν πόλιν κατ οικτειρήσας πᾶσαν τὴν ἀγροικίαν διαφθειρομένην προσῆλθε τοῖς ἁδροῖς ἐν ὕλῃ καὶ λέγει αὐτοῖς· "Τίνος ἕνεκεν οὐκ ἐλεᾶτε τὴν ἀνθρωπίνην φύσιν διαφθειρομένην, ἀλλὰ τὸν πλοῦτον ὑμῶν σήπετε εἰς κατάκριμα τῶν ψυχῶν ὑμῶν;" Σκεψάμενοι οὖν λέγουσιν αὐτῷ ὅτι "Οὐκ ἔχομεν τίνι πι στεύσομεν πρὸς τὸ διακονῆσαι τοῖς λιμώττουσι· πάντες γὰρ καπηλεύουσι τὰ πράγματα". Λέγει αὐτοῖς· "Τί ὑμῖν δοκῶ ἐγώ;" Εἶχε δὲ μεγάλην ὑπόληψιν παρὰ πᾶσιν, οὐ ψευδῶς ἀλλ' ἀληθῶς. 40.3 Λέγουσιν αὐτῷ· "Ἄνθρωπόν σε οἴδαμεν θεοῦ". "Οὐκοῦν ἐμοί, φησίν, ἐμπιστεύσατε· ἰδοὺ δι'