1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

36

αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν." Ἐπειδὴ γὰρ πόῤῥω τῆς ἐμῆς κηδεμονίας σφᾶς αὐτοὺς καθιστᾶσι, καὶ τῇ τῶν ψευδοπροφητῶν χαίρουσιν ἐξαπάτῃ, συγχωρήσω αὐτοῖς τῶν οἰκείων πόνων δρέψασθαι τοὺς καρπούς. Τοῦτο καὶ ἐπὶ τοῦ Ἀχαὰβ γεγενημέ νον ἔστιν εὑρεῖν. Σεδεκίας γὰρ ὁ ψευδοπροφήτης, κέ ρατα σιδηρᾶ ἑαυτῷ ποιήσας, ἔλεγε τῷ Ἀχαάβ· "Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν." Τοῦ δὲ Ἰωσαφὰτ οὐ δεχομένου τὰ παρὰ τῶν ψευδοπροφητῶν λεγόμενα, ἀλλὰ θεῖον ἐπιζητοῦντος προφήτην, μετεπέμφθη μὲν ὁ Μιχαίας· ἐναντία δὲ τῷ Σεδεκίᾳ προφητεύσας, οὐκ ἔπεισε τὸν Ἀχαάβ. Οὔτε γὰρ ἐκεῖνα ποιῆσαι βουλόμενος, ἃ ὁ Θεὸς προηγόρευσε, τὸν προφήτην ἠρώτα, ἀλλ' ἐκ παντὸς τρόπου τὸν ἴδιον ἤθελε κυρῶσαι σκοπόν. ∆ιὸ τοῦ Θεοῦ συγχωρήσαντος, προὔ λεγον μὲν οἱ ψευδοπροφῆται τὰ ψευδῆ· πειθόμενος δὲ ἐκεῖνος ἐξῄει, καὶ τὰς δίκας ἐδίδου τῆς ἀσεβείας. ʹ. ∆ιὰ τοῦτο εἰπὲ πρὸς τὸν οἶκον τοῦ Ἰσ ραήλ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐπιστράφητε, καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν. Παραίνεσιν προσ φέρει πρόξενον σωτηρίας, καὶ τὸ ἀπὸ ταύτης ἐσό μενον ἀποδείκνυσι κέρδος. ζʹ. ∆ιότι ἄνθρωπος, ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυ τευόντων ἐν τῷ οἴκῳ Ἰσραὴλ, ὃς ἀπαλλο τριωθῇ ἀπ' ἐμοῦ, καὶ θῇ τὰ ἐνθυμήματα αὑτοῦ ἐπὶ τὴν διάνοιαν αὑτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὑτοῦ τάξῃ πρὸ προσώπου ἑαυτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοὶ, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἐν αὐτοῖς. Ταῦτα πάλιν σαφέστερα εἶπεν, ὅτι Πᾶς ὁ ἀλλότριον ἑαυτὸν καθιστὰς τῆς ἐμῆς κηδεμονίας, καὶ ἡγεμόνι τῷ κακῷ χρώμενος λογι σμῷ, καὶ εἰδὼς μὲν τὴν ἠπειλημένην τοῖς κακοῖς κόλασιν, καταφρονῶν δὲ ταύτης ἀφίκηται πρός τινα τῶν ψευδοπροφητῶν, ὡς δῆθεν παρ' ἐμοῦ μαθεῖν τὸ πρακτέον βουλόμενος, ἐγὼ, φησὶ, ποιήσομαι τὴν ἀπόκρισιν, καὶ συγχωρήσω τῷ καλουμένῳ προφήτῃ ἀκόλουθα τοῖς λογισμοῖς ἀποκρίνασθαι. Εἶτα τὴν ἀξίαν ἀπειλεῖ τιμωρίαν· ηʹ. Καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄν θρωπον ἐκεῖνον, καὶ θήσομαι αὐτὸν εἰς ἔρη μον, καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Καὶ δεικνὺς ὡς οὐ περὶ τῶν θείων ταῦτα λέγει προφητῶν, ἀλλὰ περὶ τῶν τὸ μὲν ὄνομα ἐχόντων, τοῦ δὲ πράγματος ὄντων ἐρήμων, ἐπ ήγαγε· 81.924 θʹ, ιʹ. Καὶ ὁ προφήτης ἐὰν πλανηθῇ, καὶ λαλήσῃ λόγον, ἐγὼ Κύριος πεπλάνηκα αὐτὸν τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὸν, καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ἰσραήλ. Καὶ λήψονται τὴν ἀδικίαν αὐτῶν. Ἀλλ' οὐκ ἔστιν ἴδιον τοῦ δικαίου κριτοῦ, καὶ πλανᾷν τὸν προφήτην, καὶ πλανηθέντα κολάζειν. Οὐ τοίνυν κατ' ἐνέργειαν λέγει τὸν προφήτην πλανᾷν, ἀλλὰ κατὰ συγχώρησιν· τουτέστι, ∆υνάμενος αὐτοῦ παραυ τίκα ἐλέγχειν τὸ ψεῦδος, ἀνέχομαι, καὶ μακροθυμῶ, καὶ συγχωρῶ κεχρῆσθαι τῇ ἐξαπάτῃ· γνώμῃ γὰρ, καὶ οὐκ ἀνάγκῃ ταύτην ἐπιτηδεύει. ∆ιὸ καὶ τὴν ἴσην τιμωρίαν ἀπειλεῖ, καὶ τῷ κακῶς ἐρωτῶντι, καὶ τῷ κακῶς ἀποκρινομένῳ. Κατὰ τὸ ἀδίκημα γὰρ, φησὶ, τοῦ ἐπερωτῶντος, ὡσαύτως καὶ τὸ ἀδίκημα τοῦ προφήτου ἔσται, (ιαʹ.) ὅπως μὴ πλανῶνται ἔτι οἶκος τοῦ Ἰσ ραὴλ ἀπ' ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσι τοῖς παραπτώμασιν αὑτῶν· καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, λέγε, Ἀδωναῒ Κύριος. Οὐ μάτην, φησὶ, ταύτην ἐκείνοις ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ διὰ τοῦ ἐκείνων ὀλέθρου τὸν λαόν μου εὐεργετῶν, καὶ τῆς ἐκείνων ἀσεβείας ἐλευθερῶν. Βούλομαι γὰρ αὐτὸν ἔχειν λαὸν, καὶ εἶναι αὐτῶν θέλω Θεὸς, πᾶσαν αὑτῶν κηδεμονίαν ποιού μενος. ιβʹ-ιδʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, γῆ ἐὰν ἁμάρτῃ μοι, τοῦ παραπεσεῖν παραπτώματι, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὴν, καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου, καὶ ἐξαποστελῶ ἐπ' αὐτὴν λιμὸν, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος· καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὑτῶν