De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
τόπῳ πάντως που, καὶ ἐν μεγέθει καὶ ποσῷ. Καὶ ἐπειδὴ πεπόσωται, μὴ φευγέτω περιγραφήν. Ἕψεται δὲ τούτοις καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ἐσμός, τὰ σωμάτων ἴδια καταχέων αὐτῆς, καὶ λογισμῶν ἀτοπία δεινή. {Β.} Σύμφημι κἀγώ. {Α.} Οὐ γάρ, ὦ φιλότης, καὶ τόδε εἰπεῖν καταδείσαιμ' ἂν οὐδαμῶς. {Β.} Τὸ ποῖον; {Α.} Εἰ γὰρ τοῖς τῶν σωμάτων ἔθεσί τε καὶ νόμοις καὶ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπενεχθεῖσα φύσις, τέξεται μὲν καὶ οὐ δίχα πάθους, ὑπομενεῖ δὲ τὸν μερισμόν, ἔσται που πάντως καὶ ἐν ἰδίᾳ τινὶ θέσει τε καὶ τόπῳ τὸ γεννώμενον, ἅτε δὴ καὶ εἰσάπαν τῆς τοῦ τεκόντος ποσότητος ἐκπεφοι τηκός· τίκτεται γὰρ ὧδε τὰ ἀπὸ σωμάτων. Εἴπερ οὖν οἴονται τὰ πάντα πληροῦν τὸν Θεὸν καὶ Πατέρα, ποῖ ποτε ἡμῖν τὸ ἐξ αὐτοῦ κείσεται καὶ τίνα τὸν ἴδιον εὑρήσει τόπον; {Β.} Ἄριστα ἔφης ὡς ἔσται τις ἐντεῦθεν οὐ μετρία πληθὺς ἀνοσίων ἐννοιῶν. Παραιτητέον γὰρ οὖν τὸ τῆς γεννήσεως χρῆμα καὶ μὴ νοείσθω, φασίν, ἀληθὲς ἐπὶ Θεοῦ. Συνοιχήσεται γὰρ οὕτως καὶ ἡ τῶν λογισμῶν ἀτοπία. {Α.} Καὶ μὴν τοῦτό γέ ἐστιν ἕτερον οὐδὲν ἢ τὸν ἀκριβῆ τῆς πίστεως διαλακτίσαι λόγον. Πῶς γὰρ ἂν ἔτι τὸ ἐν Τριάδι ταὐτὸν ἡ θεία τε καὶ ἄφραστος κεκτήσεται φύσις, εἰ τὸν ἀληθῆ τῆς γεννήσεως ἀναιρήσομεν τρόπον; Τερθρεία δὲ οἶμαι ταυτί, καὶ φρενοβλαβείας ἰουδαϊκῆς ἀπαίδευτον θράσος. Ἐν ἴσῳ δὴ οὖν ἐσόμεθα καὶ ἡμεῖς αὐτοὶ τοῖς ἕνα μὲν εἶναι δοξάζουσι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Πατέρα Θεόν, μὴ μὴν ἔτι παραδεδειγμένοις τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Τί δὲ δὴ καὶ τὸ καταλεύειν αὐτὸν διακωλύσειεν ἄν, ἐγκαλοῦντας ἰουδαϊκῶς· "Περὶ καλοῦ ἔργου οὐ λιθά ζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς ἑαυτὸν Θεόν;" Εἰ γὰρ δὴ τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον ἀναιρήσουσι δυσσεβῶς, οὐκ ἄν, οἶμαι, τὶς εἰς τοῦτο λοιπὸν ἐννοιῶν ἐλαφρίας καταφοιτήσειεν ὡς Θεὸν εἶναι κατὰ φύσιν οἴεσθαι τὸν Υἱόν, διακεκλῆσθαι δὲ μόνον, καθὰ καὶ ἡμᾶς αὐτούς, καὶ εἰσποίητον ἀληθῶς τὸ τῆς 448 θεότητος ὄνομα λαχεῖν, ὡς οὐκ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Ἐπειδὴ δὲ κατ' ἐκείνους Υἱὸς μὲν οὐκ ἔτι, τελεῖ δέ, ὡς ἔοικεν, σὺν ἡμῖν ἐν κτίσμασι, λελυτρώμεθα μὲν οὔπω τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, προσκυνοῦντες αὐτῷ, δυσσεβείας δὲ τῆς ἐπὶ τούτῳ γράψεται μὲν ἡμᾶς οὐκ ἐν δίκῃ Θεός, ἑαυτῷ δὲ μᾶλλον ἀναθήσει τὰς αἰτίας, ἐπείπερ εἰσάγων τὸν πρωτό τοκον εἰς τὴν οἰκουμένην λέγει· "Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." Ὁ δὲ καὶ πρὸς αὐτῶν τῶν ἁγίων ἀγγέλων προσκυνούμενος, καὶ τὴν τῷ Θεῷ καὶ Πατρὶ πρέπουσαν δόξαν ὡς ἴδιαν ἔχων, πῶς οὐκ ἂν εἴη καὶ ἐκ τοῦ Πατρὸς φυσικῶς, διά τε τοῦτο Θεός; Αἰσθάνῃ δὴ οὖν εἰς οἷον αὐτοῖς καταστρέφει τέλος τὸ δεῖν οἴεσθαι μήτε ἀληθῆ τὴν γέννησιν ἐπὶ Θεοῦ, μήτε μὴν ἐθέλειν ἐᾶν τὸ ὅπως ἂν ἔχοι φύσεως ἀποτίκτειν αὐτόν, πολυπραγμο νοῦντας οὐδέν, ἐπιρρίπτειν δὲ ὥσπερ ἐξ ἀφύκτου λοιπὸν ἀνάγκης αὐτῷ τομὰς καὶ ἀπορροὴν καὶ τὰ τῶν σωμάτων ἴδια πάθη. {Β.} Συνίημι μέν· πῶς δ' ἂν τέκοι, φασί, καὶ οὐχὶ πάντη τε καὶ πάντως ἕψεται τὸ παθεῖν; {Α.} Ὅτι, καθάπερ ἔφθην εἰπών, οὐχὶ τοῖς σωμάτων νόμοις ὑπεζεῦχθαι τὸ ἀσώματον ὑπονοεῖν εὐσεβές, οὐδὲ ἐπεί τοι κατὰ πάθος καὶ μερισμὸν ἀποτίκτει τὸ σῶμα, τέκοι ἂν ἀπαραλλάκτως ὡδὶ τὸ ἀσώματον· ἀλλ' ὥσπερ ἐστὶ κατά γε τὸν τοῦ πῶς εἶναι λόγον ἑτεροίως ἔχον παρὰ τὸ σῶμα, καὶ τὸν τῆς γεννήσεως τρόπον ἕξει που πάντως αὐτῷ πρέποντά τε καὶ ἴδιον. Καὶ ἐπειδήπερ ἐν χρόνῳ τὸ σῶμα γεννᾷ, τέξεταί που πάντως οὐχ ὁμοίως τὸ ἀσώματον. Ἕκαστον γάρ, οἶμαι, τῶν ὄντων οὐχὶ τοῖς ἑτέρου πάντως, ἀλλ' ἰδίοις τισὶν ὑποκείσεται νόμοις· καὶ κοινὸν μὲν τοῖς οὖσι τὸ εἶναι, διανέμει δ' οὖν ὅμως ἡ φύσις ἑκάστῳ τὴν ἑτερότητα, θεσμοῖς ἰδίοις ἐξείργουσα πρὸς τὸ μὴ οὕτως ἔχειν εἰσάπαν ὥσπερ ἂν εἴη τὸ ἕτερον· ὑπεζεύχθω δὴ οὖν ἔθεσι μὲν καὶ νόμοις τοῖς τῶν σωμάτων τὰ σώματα, καὶ γεννάτω καθ' ἑαυτά, καὶ πασχέτω τοὺς μερισμούς, ἀνείσθω δὲ τὸ ἀσώματον εἰς ἰδίους αὖ λόγους, καὶ γεννάτω καθ' ἑαυτό, πάθους καὶ τομῆς ἐλευθέραν ἔχον τὴν φύσιν. Καὶ εἰ ἐφίκοιτο μὲν ὁ νοῦς εἰς τὸ διειδέναι δύνασθαι τίνα μὲν τρόπον τὸ σῶμα γεννᾷ, συνίησι δὲ οὐκέτι τὴν τῆς