1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

37

βασιλεύων ἐν δημηγορίαις τῆς ἡμέρας συχνάκις, εἶθ' ὕστερον καὶ προσφιλο τιμούμενος τοὺς πολλούς, κατὰ μέσον σφῶν ἐρρίπτει καὶ ἀμφοτέραις ἀργύ ρια· οἱ δὲ προσσυλλέγοντες ἀνύμνουν δῆθεν τὸν εὐεργέτην, παιδίον καὶ τὰ κατ' ἐκεῖνο χαίρειν ἐῶντες, μηδ' οἷ κακοῦ εἰδότες γεγόνασιν· ἡ γὰρ κατὰ θατέρου ἐπιβουλὴ τοῦ ἑτέρου ἐντεῦθεν ἤρχετο. Τί γοῦν λοιπόν; Ὑγρῶν οὐσῶν ἔτι τῶν γεγραμμένων, αὐτοὶ κατημέλουν μὴ ξίφος κατὰ τὰ ὀμωμο σμένα κινεῖν. Οἱ δὲ τῆς ἐκκλησίας, κἂν ὁ κλῆρος ἠμέλει, ἀλλ' οἵ γε τὸ ἀρχιερατικὸν ἀξίωμα φέροντες, τὶ μὴ ἔχοντες ἀμύνειν, τὸν λαὸν οὕτως κατενεπέδουν φρικώδεσιν ὅρκοις ὥστ' ἐξ ἀνάγκης ἓν τῶν δύο τούτοις ἐπι συμβαίνειν, ἢ ἐμφυλίοις ἐνδιδόναι πολέμοις καὶ σφάττεσθαι, ἢ μὴν τὰ μέγιστα εἰς Θεὸν ἁμαρτάνειν ἐπιορκοῦντας. Ἀλλ' ὡς ἔοικε τὸ παρὰ πολλοῖς ὑμνούμενον ἀληθές, ὡς τὸ μέλλον γενέσθαι ἀντιπράττει καὶ τῷ φρονεῖν. Ἐκεῖνος τοίνυν, μεθὸ καὶ δημηγορήσειε, κοντοῖς καὶ σφαίραις τοῖς ἄρχουσι συνιππάζετό τε καὶ συνέπαιζε, καὶ τρυφὴ ἦν τοῖς βλέπουσι τὰ πραττόμενα. Εἰς τόσον δὲ τὸ πλῆθος δημηγορῶν εἰς ἄνεσιν ἔτρεπε καί σφιν χρηστὰς τὰς ἐλπίδας ὑπέτεινεν, ὡς καλῶς εἰς τοὐπιὸν βιώσουσιν, ὥστε καὶ χαρίτων ἀρχαίων πολιτικῶν ὑπεμίμνῃσκεν, ἐλευθερίας φερουσῶν σύμβολον. Ἦσαν δ' ἐκεῖναι προσκλώθειν τὰς γενειάδας πέκοντας καὶ χαίρειν ἀνέδην· καί 149 τινες προσέκλωθον δίχα, καὶ σφᾶς ἑώρων ἐγὼ γαννυμένους ὅτι τοῦτο κελεύοι ὁ βασιλεύς, τὴν ἐπὶ τῶν πραγμάτων εὐμάρειαν ὑπισχνούμενος. Ἦσαν δέ τινες οὐκ οἶδ' ὁπόθεν τῶν μελλόντων προφοιβασταὶ καὶ κλώθειν προσέταττον χαίρουσι τοῖς ἐλπιζομένοις, ὡς συροῦσι λυπουμένοις τοῖς πραττομένοις, εἰ πεινῷεν ἐσύστερον. Οἱ δ' ὡς εἰκαίως λεγομένοις οὐ προσεῖχον, ἀλλὰ τῶν ἀγαθῶν ἦσαν ἐλπίδων, κἂν φόβους τις λέγοι. Εἰ γοῦν ἀληθῆ τὰ φοιβάσματα, ἔδειξεν ὁ καιρός, καὶ ἡμεῖς κατὰ τόπον ἐροῦμεν, μηδὲν προσθέντες εἰς τὴν τῆς ἀληθείας σύστασιν. Τότε τοίνυν, ἐφ' ἡμέραις τισὶ διατρίψας κατὰ τὴν Νίκαιαν, ἐπεὶ παλι νοστεῖν ἔδει πρὸς Νύμφαιον, τῷ πατριάρχῃ συνταξάμενος καὶ τὸ παιδίον παραλαβών, ὁ κηδεύειν ὑποσχὼν ἑαυτὸν ἔξεισιν ἅμα τοῖς ἐν τέλει καὶ τῷ στρατῷ.

ιʹ. Ὅπως, ὑποστραφεὶς εἰς Νύμφαιον μετὰ τοῦ παιδός, πρέσβεις ἐδέχετο πανταχόθεν. Καὶ ὁ μέν, καταλαβὼν τὸ Νύμφαιον, Περσῶν μὲν ἐδέχετο πρέσβεις καὶ δῶρα καὶ τῷ σουλτάν, καταιγιζομένῳ ἐκ παλιρροίας πραγμάτων, ὑπισχνεῖτο προσχωρήσαντα τῇ Ῥωμαίων ὑπτίαις τε δέχεσθαι χερσὶ καὶ εἰς καιρὸν πέμπειν αὖθις μετ' ἀσφαλείας, τῶν πραγμάτων ἡσυχασάντων. Ὁ γὰρ Μελὴκ προσκεχωρήκει, καὶ δέος ἦν τῷ σουλτὰν μήπως ἐκεῖνος ἐπανήξοι μεθ' ἱκανῆς καὶ ὅσην οὐκ ἦν ὑποστῆναι δυνάμεως. Ἐγγύας δ' ἐδίδου τοῦ μὴ φοβεῖσθαι τὴν πάλαι συνήθειαν. Ἐπρεσβεύοντο δὲ πρὸς ἐκεῖνον καὶ οἱ κατὰ τὴν μεγαλόπολιν Ἰταλοί, καὶ ἀνακωχὴν ἐδίδου τῇ πρὸς ἐκείνους μάχῃ, ὡς καὶ μετ' ὀλίγον κραταιότε ρον σπεισόμενος σφίσιν, εἰ προτενοῦντός τινα ἐκπληροῖεν· πλὴν καὶ τοὺς πρέσβεις Ῥωμαίους καὶ ἐκ Ῥωμαίων ὄντας ὡς εἶχε μετεχειρίζετο καί, μηδὲν ἔχων ἐν τῇ πόλει, ζητούντων ἐδίδου, εἰ ἕξει, καὶ χρυσοβουλλείοις 151 λόγοις κατησφαλίζετο τὰ διδόμενα. Κἀντεῦθεν προσεφέρετο ὡς ἰδίοις καί, πεῖραν διδοὺς καὶ λαμβάνων, ἀνήρτα τὰ τῶν σπονδῶν, προσδοκῶν τι μεῖζον ἐξ ὧν ἐμάνθανε, τοῖς πρέσβεσιν ὁμιλῶν.

ιαʹ. Ὅπως ὁ τοῦ βασιλέως αὐτάδελφος Ἰωάννης τὰ ἀξιώματα ἐλάμβανε. Τοῖς δὲ δυτικοῖς καὶ προσετετήκει· ὅθεν καὶ τὸν οἰκεῖον ἀδελφὸν Ἰωάννην, μέγαν ἔτι δομέστικον ὄντα, συνάμα πλείσταις δυνάμεσι πέμπει, ὅς, τοῖς δυτικοῖς ἐπιστάς, φοβερὸν ἔδοξε πνέειν ἐκείνοις, ἅμα μὲν τῷ θερμῷ τῆς νεότητος, ἅμα δὲ καὶ τῷ περὶ ἐκεῖνον στρατεύματι κουφιζόμενος. Καὶ ἀπτέρῳ τάχει αἱρεῖ μὲν τὸ περὶ τὰ Κάνινα φρούριον, αἱρεῖ δὲ καὶ τὸ περὶ τὰ Βελλάγραδα καὶ Πόλογον καὶ Κολώνειαν, χειροῦται δὲ καὶ Καστορίαν καὶ Πελαγονίαν καὶ ∆εύρας, Τζέρνικόν τε καὶ ∆ιάβολιν καὶ τὴν Πρίλαπον, Βοδεεινά τε καὶ Βόστρον, ἔλλιμνον νῆσον, Πέτραν, Πρέσπαν τε