Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
XXVII. Ἐν δὲ τῇ ἀρχῇ τοῦ ʹκ-ου ἔτους ἐστάλη εἰς Πελοπόν νησον ὁ αὐθεντόπουλος κὺρ Θωμᾶς παρὰ τοῦ βασιλέως καὶ πατρὸς αὐτοῦ· ἐν ὧ δὴ χρόνῳ ἐπανέστρεψεν εἰς Κωνσταντινούπολιν καὶ ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ κἀμὲ εἰς τὸ κελλίον αὐτοῦ προσηγάγετο Μαρτίου ιζ-ῃ, ὑ πάρχοντός μου ἐτῶν ιʹ ʹʹ, ἐκείνου δὲ τοῦ ἀειμνήστου καὶ μακαρίτου ἐτῶν ἑξήκοντα ὀκτὼ ἥμισυ. Καὶ τῷ ʹκζ-ῳ ἔτει μηνὶ Νοεμβρίῳ ἦλθεν εἰς τὴν Κωνσταντι νούπολιν καὶ ἡ δέσποινα κυρὰ Σοφία ἡ τοῦ Μοντεφεῤῥάτου μαρκίωνος 250 θυγάτηρ καὶ τῇ ιθ-ῃ τοῦ Ἰαννουαρίου ηὐλογήθη αὐτὴν καὶ ἐστέφθη ὁ βασιλεὺς κὺρ Ἰωάννης ἐν τῇ ἁγίᾳ Σοφίᾳ καὶ μεγάλη ἑορτὴ ἐγένετο ἐν τῇδε τῇ στέψει καὶ ὄντως ἑορτῶν ἑορτὴν καὶ πανήγυριν πανηγύρεων ἐ ποίησαν.
XXVIII.Καὶ τῷ κη-ῳ ἔτει ἦλθεν ὁ ἀμηρᾶς ὁ καὶ Κυρίτζης καὶ Μεε μέτης, ἴνα διὰ τῆς Κωνσταντινουπόλεως διέλθῃ εἰς τὴν Ἀνατολήν. Καὶ ἐπρομαθητεύθη παρὰ τῶν κατασκόπων, ὅτι ὑπήγαινεν, ἴνα τὰ τῆς Ἀνατολῆς διορθώσῃ, καὶ ἐν τῷ ἐπανελθεῖν αὐτὸν κατὰ νοῦν ἐλογίζετο ἐλθεῖν κατὰ τῆς Πόλεως, ὡς ἐμελέτα. Πάντες οὖν οἱ τῆς βουλῆς τοῦ βα σιλέως, οἱ ἐμπιστευθέντες τὸ μυστήριον ἄρχοντες καὶ ἐκ τῶν ἱερωμένων παροτρύνοντες ἐβούλευον τῷ βασιλεῖ, ἴνα πιάσῃ αὐτόν. Ἐκεῖνος δὲ οὐκέτι κατεπείσθη λέγων· Οὐκ ἀθετῶ τοὺς ὅρκους, οὓς πρὸς ἐκεῖνον ἐποιησά μην, εἰ καὶ ἐβεβαιούμην, ὅτι, ἐὰν ἔλθῃ καθ' ἡμῶν, μέλλει νικῆσαι καὶ αἰχμα λωτεῦσαι ἡμᾶς. Εἰ πάλιν ἐκεῖνος ἀθετήσῃ τοὺς ὅρκους αὐτοῦ, πρὸς Θεὸν τὸν περισσοτέρως ἐκείνου δυνάμενον τὰ πάντα ἀνατίθημι. ∆ι' ἣν δὲ τὴν αἰτίαν οὐδέ τινα τῶν υἱῶν αὐτοῦ ἔστειλεν εἰς συνάντησιν τῷ ἀσεβεῖ, εἰ μὴ τοὺς ἀρίστους ἄνδρας, ∆ημήτριον τὸν Λεοντάριν, Ἰσαάκιον τὸν Ἀ-σάνην καὶ Μανουὴλ τὸν πρωτοστράτορα τὸν Καντακουζηνὸν μετὰ πολ λῶν ἀρχόντων καὶ στρατιωτῶν καὶ δωρεῶν βασιλικῶν. Καὶ συναντήσαν τες αὐτῷ περὶ τὰ Κουτούλου, καὶ ἦλθον μετ' ἐκείνου ἕως τοῦ ∆ιπλοῦ Κίονος· Καὶ δι' ὅλης τῆς ὁδοῦ ὡμίλει ὁ ἀμηρᾶς μετὰ τοῦ Λεοντάρι. Ἐκεῖσε εἰς τὸν ∆ιπλοῦν Κίονα εὑρέθη καὶ ὁ βασιλεὺς σὺν τοῖς υἱοῖς αὐ τοῦ ἔν τινι τριήρει, ἔχοντες καὶ ἑτέραν ἡτοιμασμένην βασιλικῶς, ὅπως δι' αὐτῆς διέλθῃ ὁ ἀμηρᾶς. Ἐμβὰς οὖν ὁ ἀμηρᾶς ἐν τῇδε τῇ τριήρει, πρὸς ἀλλήλους ἐν τῇ θαλάσσῃ χαιρετισθέντες ἠσπάσθησαν, ἕκαστος ἐν τῇ ἰδίᾳ τριήρει ὤν. Καὶ ὁμιλοῦντες ἦλθον ἄχρι τῆς Ἀσίας, ἤτοι τῆς Ἀ-νατολῆς πέραν, ὅπου τὰ νῦν Σκούταρις ὀνομάζεται, πρότερον δὲ Χρυσό πολις. Ἐκεῖνος μὲν ἐξελθὼν τῆς τριήρεως εἰσῆλθεν εἰς τὰς σκηνὰς ἤτοι παρεμβολὰς τὰς αὐτῷ προετοιμασθείας· ὁ δὲ βασιλεὺς καὶ οἱ υἱοὶ αὐτοῦ ἔνδον τριήρεων ἤσθιον καὶ ἔπινον καὶ ἀποστολὰς τροφίμων εἶς πρὸς τὸν ἕτερον ἀπέστελλον. Περὶ οὖν τὸν ἑσπερινὸν ὁ ἀμηρᾶς ἔφιππος ἀπῆλθε καὶ οἱ σὺν αὐτῷ διὰ τῆς ὁδοῦ τῆς περὶ τὴν Νικομήδειαν φερούσης, ὁ δὲ βασιλεὺς καὶ οἱ υἱοὶ αὐτοῦ ἀπῆλθον οἴκαδε.
XXIX. Τῷ δὲ ἔαρι τοῦ αὐτοῦ ἔτους ἐπαναστρέψαντος τοῦ ἀμηρᾶ εἰς τὴν ∆ύσιν διὰ τῆς ὁδοῦ τῆς Καλλιουπόλεως, ἀπῆλθεν εἰς τὴν Ἀνδριανού πολιν· ὁ δὲ βασιλεὺς ἑτοιμάσας τὸν Λεοντάριν ∆ημήτριον, καὶ πρὸς ἐκεῖ νον ἀπέστειλεν, ἴνα περὶ τῶν προμελετωμένων μάθῃ καὶ αὐτῷ προμηνύ σῃ· ὃν καὶ ἐλέγξῃ περὶ τῆς καλῆς ἀγάπης καὶ τιμῆς, ἣν πρὸς ἐκεῖνον ἐπεδείξατο καὶ περὶ τοῦ περάματος καὶ διὰ τοῦ τοιούτου πρέσβεως, καὶ πρόσωπον λέγω καὶ τὰ δῶρα, ἃ προσεκόμισεν αὐτῷ. Ἰδὼν αὐτὸν ὁ ἀμη ρᾶς μετὰ τιμῆς καὶ ἀγάπης πολλῆς ἐδέξατο τὸν τοιοῦτον· καὶ τέλος εἶπεν 252 αὐτῷ ὁ ἀμηρᾶς, ὅτι ἀσθενῶν εἶχε τινὰς ἡμέρας καὶ μετὰ τὸ ὑγιαίνειν αὐτὸν ὁμοῦ συναυλίσονται καὶ συνομιλήσουσιν. Ἐκεῖνος δὲ μετὰ τρεῖς ἡμέρας τὸ ζῆν ἐξεμέτρησε καὶ οἱ τοῦ παλατίου αὐτοῦ βουληφόροι οὐκ ἀπεκάλυψαν τὸ συμβὰν τῷ Λεοντάρει, ἀλλ' ἐν τῇ σκευῇ αὐτοῦ ὢν καὶ τάχα θαυμάζων, πῶς οὐκ ἐπροσκαλεῖτο αὐτὸν ὁ ἀμηρᾶς, ὅπως καὶ τὰς δουλείας αὐτοῦ ἀκούσῃ. Κατ' αὐτὴν γὰρ ὥραν τούτου τὸν θάνατον μαθών, πολλοὺς γραμματοκομιστὰς ὁ Λεοντάρις ἀπέστειλε πρὸς τὸν