πάντων, τὸ ὅσον ἐπὶ τῇ ὑποθέσει αὐτοῦ, τὰ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ διαφέροντα. Φησὶ γάρ· «οὐ τὸν αἰῶνα ἢ τὰ ἐν τῷ αἰῶνι γεγονέναι διὰ τοῦ λόγου», ἅτινα οἴεται πρὸ τοῦ λόγου γεγο νέναι. Ἀναιδέστερον δὲ ἱστάμενος πρὸς τὸ «Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», μὴ εὐλαβούμενος τὸ «Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ», προσ τίθησι τῷ «οὐδὲ ἕν»· «Τῶν ἐν τῷ κόσμῳ καὶ τῇ κτίσει». 2.14.101 Καὶ ἐπεὶ προφανῆ ἐστι τὰ ὑπ' αὐτοῦ λεγόμενα σφόδρα βεβιασμένα καὶ παρὰ τὴν ἐνάργειαν ἀπαγγελλόμενα, εἰ τὰ νομιζόμενα αὐτῷ θεῖα ἐκκλείεται τῶν «πάντων», τὰ δέ, ὡς ἐκεῖνος οἴεται, παντελῶς φθειρόμενα κυρίως «πάντα» καλεῖται, οὐκ ἐπιδιατριπτέον τῇ ἀνατροπῇ τῶν αὐτόθεν τὴν ἀτοπίαν ἐμφαινόντων· οἷον δὴ καὶ τὸ τῆς γραφῆς λεγούσης· «Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· προστιθέντα αὐτὸν ἄνευ παραμυθίας τῆς ἀπὸ τῆς γραφῆς τό· «τῶν ἐν τῷ κόσμῳ καὶ τῇ κτίσει»· μηδὲ μετὰ πιθανότητος ἀποφαίνεσθαι, πιστεύ εσθαι ἀξιοῦντα ὁμοίως προφήταις ἢ ἀποστόλοις τοῖς μετ' ἐξουσίας καὶ ἀνυπευθύνως καταλείπουσι τοῖς καθ' αὑτοὺς καὶ μεθ' αὑτοὺς σωτήρια γράμματα. 2.14.102 Ἔτι δὲ ἰδίως καὶ τοῦ «Πάντα δι' αὐτοῦ ἐγένετο» ἐξήκουσε φάσκων· Τὸν τὴν αἰτίαν παρασχόντα τῆς γενέσεως τοῦ κόσμου τῷ δημιουργῷ, τὸν λόγον ὄντα, εἶναι οὐ τὸν ἀφ' οὗ, ἢ ὑφ' οὗ, ἀλλὰ τὸν δι' οὗ, παρὰ τὴν ἐν τῇ συνηθείᾳ φράσιν ἐκδεχόμενος τὸ γεγραμμένον. Εἰ γὰρ ὡς νοεῖ ἡ ἀλήθεια τῶν πραγμάτων ἦν, ἔδει διὰ τοῦ δημιουργοῦ γεγράφθαι πάντα γεγονέναι ὑπὸ τοῦ λόγου, οὐχὶ δὲ ἀνάπαλιν διὰ τοῦ λόγου ὑπὸ τοῦ δημιουργοῦ. 2.14.103 Καὶ ἡμεῖς μὲν τῷ «δι' οὗ» χρησάμενοι ἀκολούθως τῇ συνηθείᾳ, οὐκ ἀμάρτυρον τὴν ἐκδοχὴν ἀφήκαμεν· ἐκεῖνος δὲ πρὸς τῷ μὴ παραμεμυθῆσθαι ἀπὸ τῶν θείων γραμμάτων τὸν καθ' ἑαυτὸν νοῦν, φαίνεται καὶ ὑποπτεύσας τὸ ἀληθὲς καὶ ἀναιδῶς αὐτῷ ἀντιβλέψας· φησὶ γάρ· «Ὅτι οὐχ ὡς ὑπ' ἄλλου ἐνεργοῦντος αὐτὸς ἐποίει ὁ λόγος, ἵν' οὕτω νοηθῇ τὸ δι' αὐτοῦ, ἀλλ' αὐτοῦ ἐνεργοῦντος ἕτερος ἐποίει». 2.14.104 Οὐ τοῦ παρόντος δὲ καιροῦ ἐλέγξαι τὸ μὴ τὸν δημιουργὸν ὑπηρέτην τοῦ λόγου γεγενημένον τὸν κόσμον πεποιηκέναι καὶ ἀποδεικνύναι ὅτι ὑπηρέτης τοῦ δημιουργοῦ γενόμενος ὁ λόγος τὸν κόσμον κατεσκεύασε. Κατὰ γὰρ τὸν προφήτην ∆αβὶδ «Ὁ θεὸς εἶπε καὶ ἐγενήθησαν, ἐνετείλατο καὶ ἐκτίσθησαν». «Ἐνετείλατο» γὰρ ὁ ἀγένητος θεὸς τῷ πρωτοτόκῳ πάσης κτίσεως «καὶ ἐκτίσθησαν», οὐ μόνον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα, «εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα γὰρ δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων». 2.15.105 Ἔτι εἰς τὸ «Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» οὐκ ἀγύμναστον ἐατέον καὶ τὸν περὶ τῆς κακίας λόγον· κἂν γὰρ σφόδρα ἀπεμφαίνειν δοκῇ, οὐ πάνυ τι δοκεῖ μοι εὐκατα φρόνητον εἶναι. Ζητητέον γάρ, εἰ καὶ ἡ κακία διὰ τοῦ λόγου γεγένηται, νῦν λόγου προσεχῶς λαμβανομένου τοῦ ἐν ἑκάστῳ, ὡς καὶ αὐτὸς ἀπὸ τοῦ «ἐν ἀρχῇ» λόγου ἑκάστῳ ἐγγεγένηται. 2.15.106 Φησὶ τοίνυν ὁ ἀπόστολος· «Χωρὶς νόμου ἁμαρτία νεκρά», καὶ ἐπιφέρει· «Ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ μὲν ἁμαρτία ἀνέζησε» καθολικὸν διδάσκων περὶ τῆς ἁμαρτίας ὡς μηδεμίαν ἐνέργειαν αὐτῆς ἐχούσης πρὶν νόμου καὶ ἐντο λῆς· πῶς δὲ ἔχει ὁ λόγος νόμος εἶναι καὶ ἐντολή, καὶ οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος νόμου-»ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου»-, καὶ πάλιν οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος λόγου-»εἰ γὰρ μὴ ἦλθον, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν»-. 2.15.107 Πᾶσα γὰρ πρόφασις 2.15.107 ἀφαιρεῖται τοῦ βουλομένου ἐπὶ τῇ ἁμαρτίᾳ ἀπολογήσασθαι, ἐπὰν ἐνυπάρχοντος λόγου καὶ παραδεικνύοντος, ὃ πρακτέον, μὴ πείθηταί τις αὐτῷ. Τάχα οὖν πάντα μέχρι καὶ τῶν χειρόνων διὰ τοῦ λόγου γεγένηται καὶ «χωρὶς αὐτοῦ», ἁπλούστερον ἡμῶν ἐκλαμβα νόντων τὸ «οὐδέν», «ἐγένετο οὐδέν». 2.15.108 Καὶ οὐ πάντως τῷ λόγῳ ἐγκλητέον, εἰ «πάντα δι' αὐτοῦ ἐγένετο» καὶ «χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ὡς οὐδὲ ἐγκλητέον τῷ διδασκάλῳ παραδείξαντι τὰ δέοντα τῷ μανθάνοντι, ἐπὰν διὰ τὰ τούτου μαθήματα μηκέτι τόπος καταλείπηται τῷ ἁμαρτά νοντι ἀπολογίας ὡς περὶ ἀγνοίας, καὶ