δύνασθαι κατορ θοῦσθαι ἡμῖν χωρὶς τῆς ἀπὸ τῶν καλου μένων πτερύγων τοῦ Θεοῦ σκεπῆς, τουτέστι τῶν ἀρετῶν αὐτοῦ· ταύταις γὰρ ὑψοῦται, καὶ μετεωρίζεται, καὶ μεγαλύνεται ὁ Θεὸς, ὑφ' ας γενόμενοι, ατε δὴ ἁπλούμενοι διέμειναν ἡμῖν, δεκτικοὶ αὐτῷ γενόμεθα. 62.9 ̓Εκολλήθη ἡ ψυχή μου ὁπίσω σου. [Τὰ] ὀπίσω τοῦ Θεοῦ ἐστὶ τὰ μετὰ τὸν Θεὸν, ατινα ἐπαγγέλλεται καὶ Μωϋσῇ δει ξείη. 62.10 Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου· εἰσελεύσονται εἰς τὰ κατώτα τα τῆς γῆς. Τούτους ευχεται προφητικῶς ἀπὸ τῆς ἐπι φανείας ὠθουμένους τῆς γῆς εἰς τὰ ταύτης παχύτερα κατελθεῖν· οπου μὴ δύνανται κατὰ τῶν ἀγωνιζομένων ἐν ἀνθρωπίνῳ σώματι ἐ νεργεῖν, εἰ καὶ μόνον εἰρῆσθαι περὶ τῶν ζη τούντων τὴν ψυχὴν τοῦ εὐχομένου δοκεῖ. Κατώτατα δὲ τῆς γῆς ἡ αβυσσος, ενθα χω ρήσουσιν. ∆ιόπερ ἐν εὐαγγελίῳ τῷ Σωτῆρί φασιν· Ηλθες ἡμᾶς πρὸ καιροῦ βασανίσαι, μὴ πεμφθῆναι εἰς τὴν αβυσσον ηδη δεόμε νοι, εἰς δὲ χοίρους εἰσελθεῖν ἐπιτρέψαι. 62.11 Παραδοθήσονται εἰς χεῖρας ῥομ φαίας, μερίδες ἀλωπέκων εσονται. ̓Αναιρεθήσονται, φησὶν, οὐχ ὑπὸ δυνατῶν πολεμίων, ἀλλ' ὑπὸ τῶν προσοικούντων· οἱ καθάπερ τεθήκασίν τε καὶ ἀπελαύνονται· αἰνίττεται δὲ τὸ πρόχειρον νόημα, τοῦ μηδὲ ταφῆς ἀξιωθῆναι τοὺς πλείους, ἀλλὰ προ κεῖσθαι θηρίοις βοράν. 63.4 Οι τινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν. Αὐτὴ ἡ ῥομφαία λόγος ἐστι δαιμονιώδης, χωρίζων ψυχὴν τῆς σοφίας καὶ γνώσεως Θεοῦ. 63.11 Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυ ρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτὸν, καὶ ἐπαινεθήσον ται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Αφρων ἐλπίζει εἰς ανθρωπον· ὁ δὲ φρό νιμος ἐπὶ τῷ Κυρίῳ πέποιθεν. -Καὶ τὴν παρ' ἀνθρώπων δὲ καρπώσονται ευκλειαν οἱ τὸν λογισμὸν πρὸς Θεὸν διευθύνοντες, καὶ τῆς ὁδοῦ τὰς εὐθείας εξω βαδίζειν οὐκ ἐνεχόμενοι. ̓Εν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδεμονίας γενόμενοι, τὸ θεῖον κριτήριον εδεισαν· διαφερόντως δὲ τῶν νόμων τῶν θείων ἐπιμελόμενοι, θυμηδῶς ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν ἐλπίδα βέβαιαν ἐργάζον ται. Εὐφραίνει αδικον πλοῦτος φθαρτὸς, τὸν δὲ δίκαιον γνῶσις Θεοῦ. 64.2 Σοὶ πρέπει υμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχή. Νόει μὲν Σιὼν καὶ τὴν ἀρετὴν, καὶ πύ λας τὰς εἰς αὐτὴν, ωσπερ εἰσαγωγὰς, εἰσό δους· μόνῳ δὲ τῷ ἐν Σιὼν, τουτέστιν ἐν τῷ σκοπευτηρίῳ καὶ τῇ ἀρετῇ, πρέπει ὁ υμνος τῷ Θεῷ, ὡς ὑψωθέντι ἐκ τῶν πυλῶν τοῦ θα νάτου καὶ τῆς κακίας, καὶ διὰ τοῦτο δυναμέ νῳ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις τοῦ Θεοῦ ἐν ταῖς ἐκκλησιαστικαῖς πύλαις τῆς θυγατρὸς Σιὼν, ἐκκλησίας. Οὐ γὰρ ὡραῖος υμνος ἐν τῷ στόματι ἁμαρτωλοῦ, οτι οὐ παρὰ Κυρίου ἐξαποστάλη. -Καὶ πάλιν ἐὰν θέλωσιν οἱ εξω τῆς ἐκκλησίας θεολογεῖν, η καὶ ὑμνεῖν τὸν Θεὸν, οὐ δυνήσονται· ὁ γὰρ πρέπων υμ νος, υμνος Θεοῦ, ἐν μόνῃ Σιὼν, τῇ ἐκκλη σίᾳ. Νόει δὲ Σιὼν καὶ τὴν ἐπουράνιον πόλιν. ̓Εκεῖ γὰρ οἱ τέλειοι καὶ ἀληθῶς υμνοι ἀπο δίδονται τῷ Θεῷ· ὡς γὰρ ἐν τῇ κάτω Σιὼν καὶ ἡ κάτω ̔Ιερουσαλὴμ, ουτως καὶ ἐν τόπῳ, τῷ ὑπὲρ πάντα τόπον σωματικόν. ̓Εν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεις τῷ Θεῷ, ενθα αἱ ἀληθιναὶ ἀποδίδονται εὐχαί. 64.3 Εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ηξει. Σὰρξ, ἀντὶ τοῦ πᾶς ανθρωπος. - Ηξει δὲ πρὸς αὐτὸν πᾶσα σὰρξ διὰ μετανοίας, καὶ καθάρσεως, μηκέτι μένουσα σὰρξ, η κα τὰ σάρκα πολιτευομένη. 64.5,6 Μακάριος ον ἐξελέξω καὶ προσε λάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. Πληθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οικου σου. Αγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. ̔Η ̓Ακύλα εκδοσις ἐμφαίνει ἐκ τοῦ ἐφ' ἡμῖν τὸ τὸν ἐλεχθέντα ὑπὸ Θεοῦ ἐγγίζειν αὐ τῷ. Μακάριος γὰρ, φησὶν, ον ἐξελέξω, καὶ ἐγγίζει, οὐ μόνον ον ἐξελέξω. Θεοδοτίωνος· ̔Αγιασμοῦ γὰρ πληρὴς ὁ σὸς ναὸς, καὶ τὴν σὴν δικαιοσύνην, διὰ τῶν σῶν λογίων, τοὺς προσιόντας διδάσκει. - Οικον Θεοῦ τὴν ἐκκλησίαν ἐπιστέλλων ὁ Παῦλος Τιμοθέῳ καλεῖ. ̓Εὰν δὲ βραδύνῃς, ινα ιδῃς πῶς δεῖ ἐν οικῳ Θεοῦ ἀναστρέφεσ θαι, ητις ἐστιν ἐκκλησία Θεοῦ ζῶντος, τού του τοῦ οικου ἀγαθὰ τὰ τοῦ Πνεύματος χα ρίσματα, τά τε περὶ τῆς Τριάδος καὶ τὰ λοι