καί· «Ἐὰν μὴ Κύ ριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσ σων.» Οἰκοδομεῖ δὲ οἶκον πᾶς ὁ προκόπτων, καὶ φυλάσ σει πόλιν πᾶς ὁ τέλειος· μάταιον δὲ τὸ ἔργον τοῦ οἰκο δομοῦντος, καὶ ματαία ἡ φυλακὴ τοῦ τηροῦντος, ἐὰν μὴ Κύριος οἰκοδομήσῃ, καὶ Κύριος φυλάξῃ· ἐκτὸς ἂν εἴη τῆς προαιρέσεως ἡμῶν ἀγαθὸν, ἡ ἀντιλαμβανομένη τοῦ Κυρίου δύναμις τῆς οἰκοδομῆς τοῦ οἰκοδομοῦντος, καὶ 12.1161 συνοικοδομοῦσα τῷ μὴ δυναμένῳ καθ' αὑτὸν ἀπαρτί σαι τὸ οἰκοδομούμενον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς φυλασ σομένης πόλεως νοητέον. Καὶ ὥσπερ ἐὰν εἴποιμι τὸ γεωργικὸν ἀγαθὸν, τὸ ποιητικὸν τοῦ καρποῦ, μικτὸν εἶναι ἐκ προαιρετικοῦ τοῦ κατὰ τὴν τέχνην τοῦ γεωρ γοῦ, καὶ ἀπροαιρέτου τοῦ παρὰ τῆς Προνοίας κατὰ τὴν τῶν ἀέρων εὐκρασίαν, καὶ φορὰν αὐτάρκους ὑετοῦ· οὕτω τὸ τοῦ λογικοῦ ἀγαθὸν μικτόν ἐστιν ἔκ τε τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς συμπνεούσης θείας δυνάμεως τῷ τὰ κάλλιστα προελομένῳ. Οὐ μόνον τοί νυν εἰς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι χρεία καὶ τῆς προαιρέσεως τῆς ἡμετέρας καὶ τῆς θείας συμπνοίας, ἥτις ἐστὶν ὡς πρὸς ἡμᾶς ἀπροαίρετος· ἀλλὰ καὶ εἰς τὸ γενόμενον καλὸν καὶ ἀγαθὸν διαμεῖναι ἐν τῇ ἀρε τῇ· μεταπεσουμένου καὶ τοῦ τελειωθέντος, εἰ ὑπερ επαρθείη ἐπὶ τῷ καλῷ, καὶ ἑαυτὸν ἐπιγράφοι τούτου αἴτιον, οὐχὶ δὲ τὴν δέουσαν δόξαν ἀναφέρων τῷ τὸ πολλῷ πλεῖον δωρησαμένῳ εἰς τὴν κτῆσιν καὶ τὴν συνοχὴν τῆς ἀρετῆς. Τοιοῦτον δέ τι αἴτιον καὶ τοῦ κατὰ τὸν Ἰεζεκιὴλ εἰρημένου ἀμώμου περιπεπατη κέναι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ἕως εὑρεθῇ ἀνομία ἐν αὐτῷ, ἡγούμεθα τυγχάνειν τοῦ αὐτὸν κατὰ τὸν Ἠσαΐαν ἐκπεπτωκέναι τοῦ οὐρανοῦ, ἑωσφόρον ποτὲ γενόμενον, πρωῒ ἀνατέλλοντα, ὕστερον συντετριμμέ νον ἐπὶ τὴν γῆν· οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀν θρώπων, ἐάν τις τέλειος ᾖ, τῆς ἀπὸ Θεοῦ σοφίας ἀπούσης, ἀληθὲς τὸ εἰς οὐδὲν αὐτὸν λογισθῆναι· ἀλλὰ καὶ ἐπὶ τῆς ἀγγελικῆς τάξεως, καὶ ἀρχικῆς, καὶ πά σης τῆς, ὅσον Θεὸς πάρεστιν αὐτῇ, θείας τυγχανούσης. Τάχα γοῦν ὁρῶν ὁ ἱερὸς Ἀπόστολος πολὺ ἔλαττον τὸ ἡμέτερον προαιρετικὸν τῆς τοῦ Θεοῦ δυνάμεως πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, φησὶ τὸ τέλος, «οὐ τοῦ θέλον τος εἶναι, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ·» οὐχ ὡς χωρὶς τοῦ θέλειν, καὶ τοῦ τρέχειν ἐλεοῦντος Θεοῦ, ἀλλ' ὡς οὐδενὸς ὄντος τοῦ θέλειν, καὶ τοῦ τρέχειν, συγκρίσει τοῦ ἐλέους τοῦ Θεοῦ, καὶ διὰ τοῦτο τὴν ἐπιγραφὴν τοῦ καλοῦ δέοντος μᾶλλον ἀνα τιθέναι τῷ ἐλέῳ τοῦ Θεοῦ ἤπερ τῷ ἀνθρωπίνῳ θέλειν καὶ τρέχειν. Ταῦτα δὲ, ἐπὶ πολὺ παρεκβεβηκέναι δο κοῦντες, ἐξητάσαμεν, πειθόμενοι ἀναγκαῖα αὐτὰ εἶναι πρὸς τό· «Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» κατὰ τὸ δυνατὸν γὰρ ὁ λόγος τοῖς λέγουσι πολλοῖς· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» παρέστησε καὶ ἔδειξε τίνα τὰ ἀγαθά· δῆλον δὲ, ὅτι καὶ τίνα τὰ κακά· ἵνα διά τε ἀσκήσεων καὶ εὐχῶν κτησώμεθα τὰ ἀγαθὰ, καὶ ἀνατρέψωμεν τὰ κακὰ ἀπὸ τῶν ψυχῶν ἡμῶν. Ἀλλ' ἐπείπερ ἐστὶν ἐν τῷ φράζειν ὁτὲ μὲν κυριολεκτεῖν, ὁτὲ δέ που καὶ καταχρῆσθαι, οὐ θαυμαστὸν εἴποτε εὑρήσομεν τὴν τῶν ἀγαθῶν καὶ κακῶν προσηγορίαν κειμένην ἐπὶ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς λεγομέ νων παρὰ τοῖς οὐχ ὑγιῆ δόγματα ἔχουσιν· οἷον ἐν τῷ Ἰώβ· «Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» καὶ ἐν τῷ Ἱερεμίᾳ· «Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ.» Ἀντὶ γὰρ τοῦ εἰπεῖν, Εἰ τὰ τοιάδε χρηστά τινα, καὶ ἡδέα τυγχάνοντα ἐδεξάμεθα παρὰ τῆς Προνοίας εἰς ἡμᾶς ἐφθακότα, πικρὰ καὶ ἐπίπονα οὐχὶ προθύμως ἐνεγκοῦμεν; λέγεται τό· «Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χει ρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» Καὶ ἀντὶ τοῦ φάναι, Κατὰ Πρόνοιαν τάδε τινὰ τῇ Ἱερουσαλὴμ ὑπὲρ 12.1164 τοῦ παιδευθῆναι τοὺς ἐνοικοῦντας ἐν αὐτῇ γεγένηται, γέγραπται τό· «Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύ λας Ἱερουσαλήμ.» ∆εήσει τοίνυν τὰ πράγματα συνιέντας, μὴ γλίσχρους εἶναι περὶ τὰ ὀνόματα, ἀλλὰ καταλαμβάνειν πότε κυρίως τῶν πραγμάτων ταῦτα τέτακται, καὶ πότε διὰ τὴν στενοχωρίαν τῶν ὀνομά των ἐν καταχρήσει. Εἰ δὲ ὁ Σωτὴρ τάδε τινὰ ἰάσατο, καὶ ἐδωρήσατο ὑγείαν, καὶ ὄψεις, καὶ ἀκοὰς ἀνθρώ ποις, προηγουμένως μὲν