ὑμᾶς χειροτονῶ ἐμαυτὸν ξενοδόχον." Καὶ λαβὼν ἀργύ ρια καὶ διαφράξας τοὺς ἐμβόλους καὶ στήσας κλίνας ὡς τριακοσίας ἐνοσοκόμει τοὺς λιμώττοντας, τοὺς μὲν ἐκλιμ πάνοντας θάπτων, τοὺς δὲ ἐλπίδα ἔχοντας ζωῆς νοσοκο μῶν, καὶ ἁπλῶς πᾶσι τοῖς ἐπιχωριάζουσι τοῦ λιμοῦ ἕνεκεν ξενοδοχίαν καὶ ὑπηρεσίαν καθ' ἡμέραν παρέχων ἐκ τῶν χορηγουμένων αὐτῷ. 40.4 Πληρωθέντος οὖν τοῦ ἐνιαυτοῦ καὶ διαδεξαμένης τῆς εὐθηνίας καὶ πάντων οἴκοι πορευο μένων, μηκέτι ἔχων ὃ πράξει εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ κέλλαν καὶ ἐτελεύτησε μετὰ μῆνα, τοῦ θεοῦ παρασχόντος αὐτῷ τὴν ἀφορμὴν ταύτην στεφάνου τρόπον εἰς τὰ ἔσχατα αὐτοῦ. Κατέλιπε δὲ καὶ συντάγματα ὧν τὰ πλεῖστα σπουδῆς ἄξια. 41 .tΠερὶ γυναικῶν ἁγίων 41.1 Ἀναγκαῖον δέ ἐστι καὶ γυναικῶν ἀνδρείων μνη μονεῦσαι ἐν τῷ βιβλίῳ, αἷς καὶ ὁ θεὸς τὰ ἴσα τοῖς ἀνδράσι τῶν ἄθλων ἐχαρίσατο, ὑπὲρ τοῦ μὴ προφασίζεσθαι αὐτὰς ὡς ἀσθενεστέρας οὔσας πρὸς κατόρθωσιν τῆς ἀρετῆς. Πολλὰς μὲν οὖν ἑώρακα, καὶ πολλαῖς ἀστείαις συντετύχηκα παρθένοις τε καὶ χήραις· 41.2 [ἐν αἷς καὶ Παύλῃ τῇ Ῥωμαίᾳ τῇ μητρὶ Τοξοτίου, γυναικὶ εἰς τὴν πνευματικὴν πολιτείαν ἀστειοτάτῃ· ἧς ἐμπόδιον γέγονεν Ἱερώνυμός τις ἀπὸ ∆αλ ματίας· δυναμένην γὰρ αὐτὴν ὑπερπτῆναι πασῶν, εὐφυεστάτην οὖσαν, προσενεπόδισε τῇ ἑαυτοῦ βασκανίᾳ ἑλκύσας αὐτὴν πρὸς τὸν ἴδιον αὐτοῦ σκοπόν. Ἧς θυγάτηρ ἐστί, καὶ νῦν ἀσκεῖται, Εὐστόχιον ὀνόματι ἐν Βηθλεέμ· ἧς ἐγὼ ἐν συν τυχίᾳ οὐ γέγονα, λέγεται δὲ σφόδρα εἶναι σωφρονεστάτη, συνοδίαν ἔχουσα πεντήκοντα παρθένων. 41.3 Ἔγνων δὲ καὶ Βενερίαν τὴν Βαλλοβίκου τοῦ κό μητος, καλῶς διασκορπίσασαν τὸ τῆς καμήλου φορτίον, καὶ ἀπαλλαγεῖσαν τῶν ἐκ τῆς ὕλης τραυμάτων· καὶ Θεο δώραν τὴν τοῦ τριβούνου, τὴν ἐπὶ τοσοῦτον ἀκτημοσύνης ἐλάσασαν ὡς ἐλεημοσύνην λαβοῦσαν οὕτω τελευτῆσαι ἐν τῷ μοναστηρίῳ τοῦ Ἡσυχᾶ παρὰ θάλατταν. Ἔγνων Ὁσίανὀνόματι, τὰ ὅλα καὶ σεμνοτάτην γυναῖκα· καὶ τὴν ταύτης ἀδελφὴν Ἀδολίαν, οὐκ ἀξίως μὲν ταύτης, ἐπαξίως δὲ τῆς δυνάμεως ἑαυτῆς ζήσασαν. 41.4 Ἔγνων ἐγὼ καὶ Βασιανίλ 41.4 λαν, τὴν Κανδιδιανοῦ τοῦ στρατηλάτου, προθύμως καὶ εὐλα βῶς τὴν ἀρετὴν ἐξασκήσασαν, καὶ ἐχομένην εἰσέτι καὶ νῦν τῶν ἀγώνων σφοδρῶς· καὶ Φωτεινὴν παρθένον σεμνοτάτην εἰς ἄκρον, θυγατέρα Θεοκτίστου τοῦ πρεσβυτέρου τοῦ κατὰ Λαοδίκειαν. Συνέτυχον δὲ καὶ ἐν Ἀντιοχείᾳ σεμνοτάτῃ γυναικὶ καὶ τῷ θεῷ προσομιλούσῃ, τῇ διακονίσσῃ Σαβινιανῇ, θείᾳ Ἰωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. Εἶδον δὲ καὶ ἐν Ῥώμῃ τὴν καλὴν Ἀσέλλαν τὴν παρθένον γεγηρακυῖαν ἐν τῷ μοναστηρίῳ, σφόδρα πραϋτάτην γυναῖκα καὶ ἀνεχομένην συνοδίας. 41.5 Ἐν οἷς ἐθεασάμην ἄνδρας τε καὶ γυναῖκας νεοκατηχήτους· ἐθεασάμην καὶ Ἀβίταν τὴν τοῦ θεοῦ ἀξίαν σὺν τῷ ταύτης ἀνδρὶ Ἀπρονιανῷ καὶ τῇ τούτων θυγατρὶ Εὐνομίῃ, εὐαρεστοῦντας τῷ θεῷ, ὡς ἄντικρυς μετα τεθῆναι ἐπὶ τὴν ἐνάρετον καὶ ἐγκρατῆ πολιτείαν, καταξιω θέντες ἐν τούτοις καὶ τῆς ἐν Χριστῷ κοιμήσεως, ἐλευθερωθέν τες μὲν πάσης ἁμαρτίας ἐντὸς δὲ καὶ γνώσεως γενόμενοι, ἐν μνήμῃ ἀγαθῇ τὸν βίον ἑαυτῶν καταλείψαντες.] 42 .tΠερὶ Ἰουλιανοῦ 42.1 [Ἀκήκοα περὶ Ἰουλιανοῦ τινὸς ἐν τοῖς μέρεσι τῶν Ἐδεσηνῶν, ἀνδρὸς ἀσκητικωτάτου· ὃς καθ' ὑπερβολὴν κατα τήξας αὐτοῦ τὸ σαρκίον ὀστέα καὶ δέρμα περιέφερε μόνον. Οὗτος εἰς τὰ ἔσχατα τοῦ τέλους κατηξιώθη τιμῆς χαρίσμα τος ἰαμάτων.] 43 .tΠερὶ Ἀδολίου 43.1 Ἔγνων τινὰ πάλιν εἰς τὰ Ἱεροσόλυμα ὀνόματι Ἀδόλιον, Ταρσέα τῷ γένει, ὃς παραγενόμενος ἐν τοῖς Ἱεροσολύμοις λίαν τὴν ἄτριπτον ὥδευσεν ὁδόν, οὐχ ἣν οἱ πολλοὶ ἐβαδίσαμεν, ἀλλὰ ξένην τινὰ ἀνατεμὼν ἑαυτῷ πολιτείαν· ὑπὲρ ἄνθρωπον γὰρ ἤσκησεν, ὡς καὶ αὐτοὺς τοὺς δαίμονας φρίξαντας αὐτοῦ τὸ αὐστηρὸν μηδὲ τολμῆσαι αὐτῷ προσεγ γίσαι. ∆ι' ὑπερβολὴν γὰρ ἐγκρατείας καὶ ἀγρυπνίας ὑπε νοήθη καὶ φάσμα εἶναι. 43.2 Ἐν μὲν γὰρ τῇ τεσσαρακοστῇ ἤσθιε διὰ πέντε, τὸν δὲ ἄλλον ὅλον καιρὸν μίαν παρὰ μίαν. Τὸ δὲ μέγα αὐτοῦ τοῦτο ἦν· ἀφ' ἑσπέρας μέχρις ὅτε πάλιν ἡ ἀδελφότης συνήγετο εἰς τοὺς εὐκτηρίους οἴκους, ἐν τῷ Ἐλαιῶνι εἰς τὸν