1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

37

συμφορᾷ δὲ περιπεσόντι ἐπέθεντο, τῆς ὠμότητος αὐτὸν βδελυξά μενοι. "Καὶ χόρτον ὡς βοῦς, φησὶν, ἤσθιεν." Ἴδιον γὰρ τῶν παραπαιόντων, οὐ μόνον τὸ λέγειν καὶ πράττειν ἀλόγιστά τε καὶ ἄτακτα, ἀλλὰ καὶ τὸ ἐσθίειν ἅπαντα τὰ προσπίπτοντα· τοῦτο δ' ἄν τις ἴδοι καὶ νῦν τοὺς ὑπὸ δαιμόνων ἐνοχλουμένους ποιοῦντας καὶ πάσχοντας. Οὐ μόνον δὲ ὡς βοῦς ἤσθιε τὸν χόρτον, ἀλλὰ "Καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη." Ὑπαίθριος γὰρ ταλαιπωρῶν, καὶ γυμνῷ τῷ σώματι κρυμῷ τε προσπαλαίων καὶ φλογμῷ, ἀναγκαίως ἑτέραν ἐδέξατο χρόαν. "Ἕως οὗ αἱ τρίχες αὐτοῦ, ὡς λεόντων, ἐμεγαλύνθησαν, καὶ οἱ ὄνυχες αὐτοῦ, ὡς ὀρνέων." Μὴ ἀποκειρόμενος γὰρ συνήθως, μηδὲ ἀφαιρούμενος τῶν ὀνύχων τὰ περιττὰ, ἀναγκαίως ἐν τοσούτῳ χρόνῳ τοιαύτας ἔσχηκε καὶ τρίχας καὶ ὄνυχας. ∆ιὰ δὲ τούτων ἁπάντων ἐσήμαινε τὸ ἀτημέλητον αὐτὸν καὶ ἀκη δεμόνευτον εἶναι. Τῆς γὰρ θείας ἔρημος γενόμενος προμηθείας, οὐδὲ τῆς παρὰ τῶν οἰκείων ἐπιμελείας ἀπήλαυσεν, καὶ ταῦτα γυναικὸς οὔσης, καὶ παίδων, καὶ συγγενῶν· ἀλλὰ θηρίου δίκην τοὺς ἀοικήτους χώρους διετέλει περινοστῶν, τὴν τῶν ἀλόγων τροφὴν τῇ γαστρὶ παραπέμπων· ἐπειδὴ γὰρ, "Ἄνθρωπος ὢν 81.1372 καὶ ἐν τιμῇ ὢν μεγίστῃ, οὐ συνῆκεν, ἀλλὰ παρασυν εβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐ τοῖς," καὶ θηριώδει γνώμῃ κατὰ τῶν ὑπηκόων ἐκέχρητο, εἰκότως καὶ μάλα δικαίως τὸν κτηνώδη καὶ θηριώδη βίον κατεδικάσθη. Ἀλλ' ὁ φιλάνθρωπος ∆εσπότης, λύσας τὴν τιμωρίαν, ὡς ἀγαθὸς, καὶ τῇ πείρᾳ διδάξας, ὡς αὐτός ἐστι τῶν ἁπάντων Κύριος, πάλιν αὐτὸν ἐπανήγαγε, καὶ τὴν βασιλείαν αὐτῷ τὴν προτέραν ἐπίστευσε. λαʹ. "Μετὰ γὰρ τέλος, φησὶ, τῶν ἡμερῶν, ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρα νὸν ἀνέλαβον." Οὐχ ἁπλῶς δὲ προστέθεικε τὸ ἐγὼ, ἀλλὰ διδάσκων ἅπαντας ἀνθρώπους, ὡς Ὁ τῇ ἀλαζο νείᾳ ἐκείνῃ χρησάμενος, ὁ εἰρηκώς· "Τίς ἐστιν ὁ Θεὸς, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;" ὁ ὀνειροπολήσας εἰς τὸν οὐρανὸν ἀναβῆναι, καὶ ἐπάνω τῶν ἀστέρων θεῖναι τὸν θρόνον μου, ἐδιδάχθην τῇ πείρᾳ τὸ δέον, ἔμαθον διὰ τῆς τιμωρίας σωφρονεῖν, τὴν ἐμαυτοῦ δουλείαν ἐπέγνων. ∆ιὸ καὶ ἀνέλαβον τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν, καὶ ἅμα τε τοῦτο ἐποίησα, "Καὶ αἱ φρένες μου ἐπεστράφη σαν." Ἀντὶ τοῦ, Τῆς παραφροσύνης ἐλεύθερος ἐγενόμην, καὶ τὸν λογισμὸν ἐῤῥώσθην· παραυτίκα δὲ ὑγιῆ τὸν νοῦν ἀπέλαβον. "Καὶ τῷ Ὑψίστῳ εὐλόγησα, καὶ τὸν ζῶντα εἰς τοὺς αἰῶνας ᾔνεσα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν." Γνοὺς γὰρ τῇ πείρᾳ, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, τὸν μὲν Ὕψιστον καὶ ζῶντα προσαγορεύει, καὶ βασιλέα αἰώνιον ἀποκαλεῖ, τὴν δὲ οἰκείαν εὐτέλειαν ἐπιγινώσκει. ∆ιό φησι· λβʹ. "Καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν." Μέχρι μὲν γὰρ τοῦ παρόντος ᾤμην εἶναι ἐμαυτὸν μέγιστόν τε καὶ ὑψηλότατον, νῦν δὲ ἔγνων σαφῶς, ὡς πᾶσα τῶν ἀνθρώπων ἡ φύσις Θεῷ παραβαλλομένη οὐδέν ἐστι. Καὶ ζητήσας εὐτελείας προσηγορίαν, καὶ μὴ εὑρὼν ἀξίαν, τὸ οὐδὲν τέθεικεν, ἔμφασιν ἔχον ἱκανὴν τοῦ σφαλεροῦ καὶ εὐδιαλύτου τῆς φύσεως. Καὶ τὸν μὲν Θεὸν καὶ Ὕψιστον, καὶ ∆εσπότην, καὶ ζῶντα καὶ βασιλέα αἰώνιον ἀπεκάλεσεν, ἅπαντας δὲ ἀνθρώπους οὐδὲν προσ ηγόρευσεν. Οὕτω δὲ καὶ ὁ μακάριος Ἡσαΐας τοῖς εἰδώλοις τὴν θείαν παραβάλλων φύσιν, τὸ τῶν ἀν θρώπων εἰς μέσον παρήγαγε γένος. "Εἰ γὰρ πάντα τὰ ἔθνη, φησὶν, ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τε τράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν αὐτῷ· τίνι ὁμοιώσετε Κύριον; καὶ τίνι ὁμοιώματι ὁμοιώ σετε αὐτόν;" Τοσαύτην ὠφέλειαν ὁ Ναβουχοδονόσορ ἐκ τῶν συμφορῶν ἐδέξατο, ὅτι προφητικῶς περὶ Θεοῦ καὶ φρονεῖ καὶ φθέγγεται· καὶ ὡς ἐκ συμφωνίας 81.1373 τινὸς ἀπὸ τῆς κτίσεως πᾶσαν τὴν ὑμνῳδίαν ὑφαίνει. "Πάντες, φησὶν, οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν, καὶ κατὰ τὸ θέλημα αὑτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ