1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

37

σωθήσονται, λέγει Ἀδωναῒ Κύριος. Ἐὰν, φησὶν, ἁμαρτῆσαν ἔθνος κολάσαι βουληθῶ, καὶ λιμῷ παραδοῦναι, μετανοίᾳ δὲ χρήσασθαι μὴ βουληθῶσιν οἱ κολαζόμενοι, οὐδεμιᾶς τεύξονται συγγνώμης, οὐδὲ εἰ Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ εὑρεθεῖεν ἐν αὐτοῖς. Ἀλλ' οὗτοι μὲν τῆς οἰκείας δικαιοσύνης τρυγήσουσι τοὺς καρποὺς, καὶ τῆς σωτηρίας ἀπολαύσονται, ἐκείνους δὲ τῆς ἐπαγομένης οὐκ ἀπαλλάξουσι τιμω ρίας. Τούτων δὲ τῶν ἀνδρῶν ἐμνημόνευσεν, ὡς τοῖς εἰρημένοις τῶν κατὰ τοὺς χρόνους αὐτῶν γεγονότων λίαν συμβαινόντων. Ὅ τε γὰρ Νῶε ἐν ἀσεβῶν εὑ ρεθεὶς γενεᾷ, οὐκ ἴσχυσε τῆς τοῦ κατακλυσμοῦ παν ωλεθρίας ἀπαλλάξαι τοὺς μετανοίᾳ χρήσασθαι μὴ θελήσαντας. Καὶ ὁ ∆ανιὴλ ὡσαύτως, κατὰ τὸν τῆς αἰχμαλωσίας γενόμενος καιρὸν, τοὺς μὲν ἄλλους διὰ τὴν πολλὴν ἀσέβειαν οὐκ ἠλευθέρωσε τῶν ἐπενεχθέν των κακῶν· αὐτὸς δὲ, καὶ δορυάλωτος γενόμενος, τῶν πολεμίων ἐκράτησε, καὶ τοὺς ἀνδραποδίσαντας ἔλαβεν ὑπηκόους. Οὐδὲ οἱ τοῦ Ἰὼβ δὲ παῖδες τῆς τοῦ πατρὸς δικαιοσύνης ἀπώναντο, μόνος δὲ κρείτ 81.925 των τῆς τοῦ πολεμήσαντος ἐπιβουλῆς ἀπεφάνθη. ∆ιὰ πλειόνων δὲ πάλιν ἑτέρων ταῦτά φησι· Κἂν γὰρ θάνατον ἐπαγάγω τῇ γῇ ἐκείνῃ, κἂν θηρίων ἐπανά στασιν, κἂν πολεμίων ἔφοδον, εὑρεθήσονται δὲ οἱ τρεῖς ἄνδρες μέσοι αὐτῶν, οὐδὲ τοὺς ἑαυτῶν υἱοὺς ἢ θυγατέρας διασῶσαι δυνήσονται, ἀλλὰ μόνοι, τεύ ξονται τῆς σωτηρίας. ∆ῆλον δὲ ὅτι οἱ μετανοίας ὑπάρχοντες ἔρημοι, οὐδεμίαν ὠφέλειαν ἐκ τῶν δικαίων καρποῦνται· ὅτι γὰρ ἀκολουθεῖ τῇ μετανοίᾳ ἡ σω τηρία, μάρτυς ἡ θεία Γραφὴ, πανταχοῦ τοῦτο διδά σκουσα. Νινευῗται γὰρ, οὔτε τὸν Νῶε, οὔτε τὸν Ἰὼβ, οὔτε τὸν ∆ανιὴλ ἔχοντες, ἀλλὰ τὸν Ἰωνᾶν, οὐχ ὑπερευχόμενον, ἀλλ' ἀληθεῦσαι βουλόμενον, διὰ μετανοίας εὕραντο τὴν σωτηρίαν. ∆ιδάσκει τοίνυν ὁ προφητικὸς λόγος, ὡς οὐδεμίαν ἕξουσι συγγνώμην οἱ παρανομίᾳ συζῶντες, μεταμελείᾳ χρῆσθαι μὴ βου λόμενοι, καὶ δικαίοις συνοικεῖν σεμνυνόμενοι. Πρὸς δὲ τούτοις, βούλεται δεῖξαι ὁ τῶν ὅλων Θεὸς ὅτι ὅπερ ἐπ' ἄλλου ἔθνους οὐ πεποίηκε, τοῦτο ἐπὶ τοῦ Ἰσραὴλ πεποίηκε. καʹ, κβʹ. Τάδε λέγει γὰρ, φησὶν, Ἀδωναῒ Κύ ριος· Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηρὰς (πονηρὰς δὲ τὰς χαλεπὰς λέγει), ῥομφαίαν, καὶ λιμὸν, καὶ θηρία πονηρὰ, καὶ θάνατον ἐξαποστελῶ ἐπὶ Ἱερουσαλὴμ, τοῦ ἐξ ολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος. Καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασωζόμε νοι ἐξ αὐτῆς, οἵτινες ἐξάξουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ αὐτοὶ ἐκπορεύσονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν. Θάνατον μὲν καλεῖ τὴν αἰφνίδιον τελευτὴν, ῥομφαίαν δὲ τὴν σφαγὴν, λιμὸν δὲ δῆλον ὅτι τὴν ἔνδειαν, θηρία πονηρὰ τοὺς ὠμῶς ἐξανδραποδίζοντας, πονη ρὰς ἐκδικήσεις τὰς χαλεπὰς καὶ πικράς. Ταύτας, φησὶ, τὰς τιμωρίας ἐπαγαγὼν τῷ Ἰσραὴλ, κατα λιμπάνω ἀνασωζομένους ἐξ αὐτῶν υἱοὺς καὶ θυγα τέρας, ἵνα μάθωσιν ἅπαντες τὴν πολλὴν αὐτῶν ἀσέβειαν, καὶ τὰ πονηρὰ ἐπιτηδεύματα, καὶ γνῶσι τῆς τιμωρίας τὸ δίκαιον. Καὶ ὑμεῖς δὲ, οἱ ἐκείνων ὁμόφυλοι, οὐ κατηγορήσετε τῆς τιμωρίας ὠμότητα, τὴν τούτων θεασάμενοι πονηρίαν. Καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακὰ, ἃ ἐπήγαγον ἐπὶ Ἱερουσαλὴμ, ἐπὶ πᾶσι τοῖς κακοῖς, οἷς ἐπήγαγον ἐπ' αὐτήν. (κγʹ.) Καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε ὅτι οὐ μάτην πεποίηκα πάντα, ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Ἀδωναῒ Κύριος. Τούτου γὰρ χάριν, φησὶν, οὐ πάντας παραδώσω πανωλεθρίᾳ, ἀλλὰ καταλείψω ἐξ αὐτῶν σωζομένους, ἵνα μάθωσι δι' ἐκείνων ἅπαντες τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας τὸ δίκαιον.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. αʹ-δʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, τί ἂν

γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν 81.928 κλημάτων, τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυ μοῦ; Εἰ λήψονται ἐξ αὐτῆς ξύλον, τοῦ ποιῆσαι εἰς