καὶ λιμοῦ ὄντος ἐκεῖσε, λέβητα μέγαν ἐπιστήσας ἐποίησεν αὐτοῖς τροφήν. καὶ συναξάντων τινῶν ἀπὸ ἀγρίων ἀμπέλων ἀμανίτας θανασίμους καὶ ἑψησάντων, ἀρχομένων τε ἐσθίειν, ἀνεβόησαν θανατοῦσθαι· αὐτὸς δὲ ἄλευρα ὀλίγα ἐμβαλὼν διέσωσεν αὐτοὺς ἔκ τε θανάτου καὶ λιμοῦ. ϛʹ. Προεφήτευον Ἀμὼς καὶ Ἐλισσαῖος. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ. Μετὰ Γοθολίαν ἐβασίλευσεν τῶν δύο φυλῶν Ἰούδα καὶ Μανασσῆ Ἰωὰς υἱὸς Ὀχοζίου ἔτη μʹ. ὁμοῦ δχνβʹ. αʹ, βʹ. Ἰωδαὲ παρ' Ἑβραίοις ἀρχιερεὺς ἐγνωρίζετο, μόνος μετὰ Μωϋσέα βιώσας ἔτη ρλʹ. γʹ, δʹ. Ἰωὰς οὗτος ἀνῳκοδόμησε τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ἱερουσαλήμ, ἐρημωθέντα ὑπὸ Γοθολίας, καὶ ποιήσας τὸ εὐθὲς ἐνώπιον κυρίου, κατακόψας τε τὰ εἴδωλα Ἱερουσαλὴμ καὶ Μάτθαν τὸν ἱερέα τοῦ Βαὰλ μονώτατος κατ' ἐνώπιον τοῦ θυσιαστηρίου ἀποκτείνας, τῶν μετεώρων οὐκ ἀπέστη, θύων αὐτοῖς καὶ θυμιῶν. 187 ᾧ καὶ ἐπιστρατεύσας Ἀζαὴλ υἱὸς Ἄδερ βασιλεὺς Συρίας, εἰς πόλεμον, καὶ λαβὼν παρ' αὐτοῦ χρυσίον τε καὶ ἀργύριον ὑπέστρεψεν ἐν Ἱερουσαλὴμ παρακληθείς. εʹ, ϛʹ. Ἐλισσαῖος καὶ Ζαχαρίας υἱὸς Ἰωδαὲ τοῦ ἀρχιερέως ὁ τὸ δρέπανον προεφήτευον καὶ Ὀζιὴλ καὶ Ἐλεάζαρ. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ. Ζαχαρίας ὁ προφήτης, υἱὸς Ἰωδαὲ τοῦ ἀρχιερέως, ἀνῃρέθη ὑπὸ Ἰωὰς υἱοῦ Ὀχοζίου, βασιλέως Ἰούδα, ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ, μεταξὺ τοῦ θυσιαστηρίου, διὰ τὸ ἐλέγχειν αὐτὸν τὴν ἀσέβειαν τοῦ τε βασιλέως καὶ τοῦ λαοῦ τῶν Ἰουδαίων. ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ. Ἀζαὴλ βασιλεὺς Συρίας ἐπιστρατεύσας τῷ Ἰωὰς ἀνεῖλεν πλεῖστον ὄχλον τοῦ λαοῦ κατὰ τὸ ῥῆμα Ἐλισσαίου τοῦ προφήτου. ιηʹ, ιθʹ, κʹ, καʹ. Ἀζαὴλ ἐπιβὰς τῇ Ἱερουσαλὴμ ἤμελλεν αὐτὴν πολιορκεῖν. γνοὺς δὲ Ἰωὰς ὅτι ἐπολέμησεν τὸν Ἰσραήλ, ἔλαβεν πάντα τὰ ἅγια καὶ τὸ χρυσίον, καὶ ἀπέστειλε τῷ Ἀζαήλ, καὶ λαβὼν ἀνεχώρησεν. κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ. Ἰωὰς ἠσέβησεν. 188 κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Μετὰ Ἰωρὰμ ἔνατος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἰηοῦ υἱὸς Ναμεσσεὶ ἔτη κηʹ. ὁμοῦ ρκϛʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ. Ἐλισσαῖος ὁ προφήτης θεσπίζει τῷ Ἰωάχαζ περὶ τῆς βασιλείας αὐτοῦ καὶ κακῶν ὧν ἐπάξει τῷ Ἰσραὴλ βασιλεύων. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ. Ἰωδαὲ παρ' Ἑβραίοις ἀρχιερεὺς ἐγνωρίζετο, ὃς μόνος μετὰ Μωϋσέα ἐβίωσεν ἔτη ρκʹ. ιβʹ, ιγʹ, ιδʹ. Ἰηοὺ ὁ βασιλεὺς Ἰσραὴλ προσεκύνησεν ταῖς δαμάλεσι ταῖς χρυσαῖς αἷς ἐποίησεν Ἱεροβοὰμ ἐν Βεθὴλ καὶ ἐν ∆ὰν τῇ νῦν λεγομένη Πανεάδι. ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ. Ἀζαὴλ βασιλεὺς Συρίας ἐπόρθησε τὸν Ἰσραήλ. κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ. Μετὰ Ἰωὰς ἐβασίλευσεν τῆς Ἰουδαίας ιαʹ Ἀμεσσίας υἱὸς αὐτοῦ ἔτη κθʹ. ὁμοῦ δχπαʹ. αʹ. Ἀμεσσίας βασιλεὺς Ἰούδα, κεʹ ὢν ἐτῶν, ἐπιστρατεύσας τοῖς 189 ἐξ Ἰσραὴλ καὶ τοῖς υἱοῖς Σηεὶρ ἐτροπώσατο αὐτούς, καὶ λαβὼν τοὺς θεοὺς αὐτῶν ἤγαγεν εἰς Ἱερουσαλήμ. βʹ, γʹ, δʹ, εʹ, ϛʹ. Ἀζαὴλ βασιλεὺς Συρίας ἀπέθανεν, καὶ ἀντ' αὐτοῦ ἐβασίλευσεν ὁ υἱὸς Ἄδερ. ζʹ. Ἰωνᾶς ὁ προφήτης, υἱὸς Ἀμαθί, ὑπὸ τοῦ κήτους καταποθείς, καὶ τρισὶν ἡμέραις ἐν τῇ κοιλίᾳ αὐτοῦ φυλαχθείς, ἀπεπτύσθη θεοῦ βουλήσει, ὃς καὶ εἶπεν, Ἤμην Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, καὶ προσηυξάμην πρὸς κύριον τὸν θεόν μου ἐκ τῆς κοιλίας τοῦ κήτους, καὶ εἶπον, Ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ ἐπήκουσεν ἐκ κοιλίας ᾅδου κραυγῆς μου. ἀπέῤῥιψε με εἰς βάθη καρδίας θαλάσσης, ποταμοὶ ἐκύκλωσάν με. πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. καὶ ἐγὼ εἶπα, Ἀπῶσμαι ἀπὸ ὀφθαλμῶν σου. ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν ἅγιόν σου. περιεχύθη μοι ὕδωρ πολὺ ἕως ψυχῆς μου, καὶ ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη. ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀνέβη ἐκ φθορᾶς ἡ ζωή μου, κύριε ὁ θεός μου. ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ' ἐμοῦ τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου πρὸς ναὸν ἅγιόν σου. φυλάσσοντες μάταια καὶ ψεύδη 190 ἔλεον αὐτῶν ἐγκατέλιπον. ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως θύσω σοι, πάντα ὅσα ηὐξάμην ἀποδώσω σοι σωτήριον τῷ κυρίῳ. καὶ