De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἀσωμάτου φύσεως γέννησιν, τί μὴ μᾶλλον ἑαυτὸν ἀμαθίας γράψεται; Τὸ δὲ δὴ μεῖζόν τε καὶ ἄμεινον ἢ κατὰ σῶμα, πολὺ μᾶλλον δὲ ἀσυγκρίτως ὑπερκείμενον, εἰς τὸν τοῦ 449 χείρονος καταβιάζεται τόπον, καὶ τὰ μηδαμόθεν αὐτῷ προσήκοντα πάθη προσάπτων οὐκ ἐρυθριᾷ. Καὶ εἰ, ὅπερ ἡμῖν οὐ συνιέναι ῥᾷον ἢ ἀνέφικτον εἰδέναι, τοῦτο δὴ πάντως καὶ ἀναιρήσομεν; Ἐπειδὴ δὲ τί κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ οὐκ ἄν τις ἐκμάθοι, μείων γάρ, οἶμαι, τοῦ τοιοῦδε πᾶς νοῦς, δυσσεβούντων ἀναιδέστερον καὶ μηδὲ αὐτὸν εἶναι λεγόντων, ἢ γοῦν, ἐπεί τοι τῶν ὄντων δημιουργικῶς ἀπαθὲς οὐδέν, διατεινέσθων ὅτι πείσεταί τι καὶ αὐτὸς εἰς ἰδίαν φύσιν καὶ τοῖς τῶν γενητῶν ὑποπεσεῖται θεσμοῖς, ἀγένητος ὤν. Ἀλλ' οἶμαι, λόγος οὐδεὶς καταθήσειεν ἂν εἴς γε δὴ τοῦτο Θεόν· μένει δὲ πάντως ἐρηρεισμένως ἐν οἷς εἶναι πεπίστευται. {Β.} Μένει γάρ, ἐπεί τοι φύσις ἡ θεία παντελῶς ἀκλόνητος. Ἀλλ' εἰ γεγέννηκε, φησίν, ὁ Θεός, προεπινοηθήσεται πάντως τοῦ Υἱοῦ καὶ προϋφεστήξει τοῦ ἰδίου γεννήματος. {Α.} Οὐκοῦν ἐρῶ δὴ πάλιν ὡς εἰ μὴ τοῖς τῶν σωμάτων ἕποιτό τε καὶ ὑποπίπτει θεσμοῖς τὸ ἀσώματον, γεννήσει που πάντως καθ' ἑαυτὸ καὶ οὐ κατὰ σώματος φύσιν. Τὰ μὲν γὰρ προεπινοεῖσθαί τε καὶ προϋφεστάναι τῶν γεννωμέ νων, ἀναγκαῖος, ὡς ἔοικε, καὶ δυσδιεξίτητος κομιδῇ διαδείξει λόγος, καὶ πρεσβυτέραν ἔχειν τοῦ εἶναι τὴν δόξαν, εἴπερ ἐστιν ἓν ἐξ ἑνὸς καὶ ὡς ἐκ πρώτου τὸ δεύτερον πρόεισί τε κατὰ χρόνον, οὐκ ἀνάρχως ἐκφυόμενα τοῖς εἰωθόσι γεννᾶν, ἐπείτοι μηδὲ αὐτὴν τῆς ἑαυτῶν γεννήσεως ἄναρχον ἔχει τὴν ῥίζαν. Τὸ δὲ ἀνάρχως ὑπάρχον καὶ τελευτᾶν οὐκ εἰδός, φημὶ δὴ Θεός, πῶς ἄν, εἰπέ μοι, τοῖς τῆς ἰδίας φύσεως ἀντιφέροιτο νόμοις, ἀρχὴν τῷ ἰδίῳ καὶ κατὰ φύσιν Υἱῷ τὴν ἐν καιρῷ τε καὶ χρόνοις εἰσδεδεγμένον; Εἴη γὰρ ἂν ἑτεροφυὲς ἔκφυλόν τε οὕτω τὸ γεννώμενον, εἰ τὴν τοῦ τεκόντος αὐτὸ διαψεύσαιτο φύσιν· κείσεται δέ, οἶμαι, τὸ χρῆμα λοιπὸν τερατολογίας οὐ μακράν. Τὸ γάρ τοι πρὸς ἑτερότητα φυσικὴν διατετμῆσθαι δοκεῖν τοῦ γεννῶντος τὸ γεννώμενον ἀμοιρήσειεν ἂν οὐ σφόδρα τοῦ τερατολογεῖσθαι πρέπειν. Οὐκοῦν ἀποτέξεται κατ' ἰδίαν φύσιν τὸ ἀσώματον, οὐ τὴν ἐν χρόνῳ γέννησιν ἔχοντος τοῦ γεννήματος, ἀλλὰ τῇ τοῦ γεννῶντος ὑπάρξει συνεπινοουμένου τε καὶ συνυφεστη κότος, καὶ οὔ τί που κατόπιν ἰόντος, εἴπερ ἐξ ἀνάρχου πέφηνεν ἀρχῆς, τῆς καὶ αὐτῶν τῶν αἰώνων ἀνῳκισμένης. {Β.} Ὀρθῶς ἔφης· πλὴν εἰ γένοιτο σαφὴς ὁ λόγος καὶ καταβιβάζοιτό πως ἐπὶ τὴν τῶν γενητῶν φύσιν, παραδείξειεν ἂν εὖ μάλα τὸ ζητούμενον. Τὰ γάρ τοι τῶν νοημάτων 450 διεκθρῴσκοντα πολὺ τῶν ἀκροωμένων τὸν νοῦν κατα φανεστέραν ἂν ἔχοι τὴν δήλωσιν εἰ δι' ἐναργῶν ἴοι παρα δειγμάτων. {Α.} Ἀληθὴς μὲν οὖν ὁ λόγος, ὦ 'γαθέ, ἀλλ' εἰ τὴν τῶν ὄντων διασκέψαιο φύσιν, ἆρα ἂν ἔχοις ἀκριβῶς εἰπεῖν ὅτῳ μάλιστα τῶν πάντων εἴκασται Θεός, ὡς τὴν εἰς πᾶν ὁτιοῦν ἐμφέρειαν δύνασθαι λαχεῖν καὶ ἀπαραλλάκτως ἔχειν; {Β.} Οὐδαμῶς, ἐπεί τοι Θεὸς κατὰ φύσιν οὐδὲν ἔν γε τοῖς τελοῦσιν ἐν γενητοῖς. {Α.} Ἄγασθαι δὴ οὖν εὖ μάλα δεήσει τὸν ἱερὸν ἡμῖν ὑποφωνοῦντα Παῦλον· "Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι·" καὶ μὴν καὶ τὸ "Ἄρτι γινώσκω ἐκ μέρους," οὐκ ἀθαύμαστον ἐᾶν ὅσιον ἂν εἴη καὶ σοφόν. {Β.} Εὖ γε δή. {Α.} Ἰτέον δὴ οὖν ἐπ' αὐτὴν ᾗ τάχος τὴν ἁγίαν Γραφήν. Λειμῶνα δὲ ὅπως εὐφυᾶ τε καὶ εὐανθῆ, τοῖς ἐξ ὡρῶν βλαστήμασιν ἐκπεποικιλμένον, μελιττῶν ἐν τάξει διαπο τώμενοι, καὶ τοῖς ὅτι μάλιστα τῷ λόγῳ πρεπωδεστάτοις ἐνιζήσαντες παραδείγμασι, τὸν τῆς ἀρρήτου καὶ ὑπὲρ νοῦν γεννήσεως ἐξεικονίζωμεν τρόπον· καὶ καθάπερ οἱ λεπτοῖς ἐνιέντες γράμμασι τὸν τοῦ σώματος ὀφθαλμόν, φέρε καὶ αὐτοὶ τὸν νοῦν ἀπερείδοντες, κἂν γοῦν ἐκ μέρους καὶ ὡς ἐν αἰνίγμασι τὴν θείαν ἡμῖν ὅπως ἔχει καταθρήσωμεν φύσιν. Λόγῳ τοίνυν παρεικάζων τὸν Υἱὸν ὁ Πατήρ· "Ἐξηρεύξατο, φησίν, ἡ καρδία μου λόγον ἀγαθόν." Ἴθι δὴ οὖν, ὦ ἑταῖρε, καί μοι σπουδαίως ἐρομένῳ φράσον, ποῖος ἔν γε τουτοισὶ διακοπῆς καὶ ἀπορροῆς ἐπινοηθείη ἂν ἢ τρόπος ἢ τόπος; Τέξεται μὲν γὰρ καὶ προήσει λόγον τὸν ἐξ ἑαυτοῦ νοῦς ὁ ἀνθρώπινος, καὶ τὴν ἰσχνὴν ὠδῖνα κινήσας ἀπερεύξεται τὸ δοκοῦν, καὶ ταῖς