τῆς ἀναλήψεως βουνὸν ὅθεν ἀνελήφθη ὁ Ἰησοῦς, ἑστὼς καὶ ψάλλων καὶ προσευχόμενος διετέλει· καὶ εἴτε ἔνιφεν εἴτε ἔβρεχεν εἴτε ἐπάχνιζεν, ἀσάλευτος ἔμενε. 43.3 Πληρώσας οὖν τὸν συνήθη καιρὸν τῷ ἐξυπνιστικῷ σφυρίῳ τὰς πάντων ἔκρουε κέλλας, συνάγων αὐτοὺς εἰς τοὺς εὐκτη ρίους οἴκους, καὶ καθ' ἕκαστον οἶκον συμψάλλων αὐτοῖς ἓν ἢ δεύτερον ἀντίφωνον, καὶ συνευχόμενος, οὕτως ἀπῄει πρὸ ἡμέρας εἰς τὸ κελλίον ἑαυτοῦ, ὡς ἐπὶ τῆς ἀληθείας πολλάκις ἐκδιδυσκόντων αὐτὸν τῶν ἀδελφῶν καὶ ἀποσφιγγόντων αὐτοῦ τὰ ἱμάτια ὡς ἀπὸ πλύτρας, καὶ ἄλλα περιβαλλόντων. Οὕτως οὖν πάλιν ἀναπαεὶς μέχρι τῆς ὥρας τῆς ψαλμῳδίας προσ εῖχεν ἕως ἑσπέρας. Καὶ αὕτη τοίνυν ἡ ἀρετὴ Ἀδολίου τοῦ Ταρσέως τοῦ τελειωθέντος ἐν Ἱεροσολύμοις κἀκεῖ κοιμηθέντος. 44 .tΠερὶ Ἰννοκεντίου 44.1 Τὰ κατὰ τὸν μακάριον Ἰννοκέντιον τὸν πρεσβύ τερον τοῦ Ἐλαιῶνος παρὰ πολλῶν μὲν ἀκήκοας, οὐδὲν δὲ ἧττον καὶ παρ' ἡμῶν τῶν συζησάντων αὐτῷ τρία ἔτη ἀκούσῃ. Οὗτος ἁπλούστατος ἦν καθ' ὑπερβολήν· γενόμενος δὲ τῶν ἐπιδόξων ἐν τῷ παλατίῳ ἐν ταῖς ἀρχαῖς Κωνσταντίου τοῦ βασιλέως ἀπετάξατο ὁρμώμενος ἀπὸ γάμου, ἐν οἷς εἶχε καὶ υἱὸν Παῦλον ὀνόματι δομέστικον στρατευόμενον. 44.2 Τούτου ἁμαρτήσαντος πρὸς θυγατέρα πρεσβυτέρου ἐπαράσατο ὁ Ἰννοκέντιος τῷ ἰδίῳ υἱῷ, παρακαλέσας τὸν θεὸν καὶ εἰπὼν ὅτι "Κύριε, δὸς αὐτῷ τοιοῦτον πνεῦμα ἵνα μηκέτι εὕρῃ καιρὸν τοῦ ἐξαμαρτῆσαι τὸ σαρκίον"· ἄμεινον ἡγησάμενος δαιμονίῳ αὐτὸν πυκτεύειν ἢ ἀκολασίᾳ. Ὃ δὴ καὶ γεγένηται. Ὃς ἔτι καὶ νῦν ἐστὶν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν σιδηροφορῶν καὶ παιδευόμενος ὑπὸ τοῦ πνεύματος. 44.3 Οὗτος ὁ Ἰννοκέν τιος οἷος μὲν γέγονεν ἐλεήμων λῆρος ὀφθήσομαι τἀληθῆ διηγούμενος, ὡς πολλάκις κλέπτειν αὐτὸν ἀπὸ τῶν ἀδελφῶν καὶ διδόναι τοῖς δεομένοις. Καθ' ὑπερβολὴν δὲ γέγονεν ἄκα κος καὶ ἁπλοῦς, καὶ χαρίσματος ἠξιώθη κατὰ δαιμόνων. Ἐν οἷς ποτὲ ἠνέχθη αὐτῷ νεανίσκος ὁρώντων ἡμῶν ὑπὸ πνεύματος ληφθεὶς καὶ παρέσεως, ὡς ἐμὲ θεασάμενον ἄν τικρυς θελῆσαι διῶξαι τὴν μητέρα τοῦ ἀχθέντος, ἀπευδοκή σαντα τῆς θεραπείας. 44.4 Συνέβη οὖν ἐν τῷ μεταξὺ ἐλθόντα τὸν γέροντα θεάσασθαι αὐτὴν παρεστῶσαν καὶ κλαίουσαν καὶ ὀδυρομένην ἐπὶ τῇ ἀνεκδιηγήτῳ συμφορᾷ τοῦ υἱοῦ. ∆ακρύσας οὖν ὁ καλόγηρος καὶ ἐπισπλαγχνισθεὶς λαβὼν τὸν νεανίσκον εἰσῆλθεν εἰς τὸ μαρτύριον ἑαυτοῦ ὃ ᾠκοδομήκει αὐτός, ἐν ᾧ λείψανα κατακεῖται Ἰωάννου τοῦ βαπτιστοῦ. Καὶ ἐπευξάμενος αὐτῷ μέχρις ἐννάτης ὥρας ἀπὸ τρίτης ὥρας, ὑγιῆ ἀπέδωκε τὸν νεανίσκον τῇ αὐτοῦ μητρὶ τῇ αὐτῇ ἡμέρᾳ, καὶ τὴν πάρεσιν αὐτοῦ καὶ τὸν δαίμονα ἐξελάσας· τοιαύτη δὲ ἦν ἡ πάρεσις αὐτοῦ ὡς πτύοντα τὸν παῖδα ἐπὶ τὸν νῶτον πτύειν, οὕτως ἦν ἐκστραφείς. 44.5 Πρόβατον ἀπολέσασα γραῦς τις προσῆλθεν αὐτῷ κλαίουσα· καὶ ἀκολουθήσας αὐτῇ λέγει· "∆εῖξόν μοι τὸν τόπον ἔνθα ἀπώλεσας". Ἀπάγει αὐτὸν εἰς τοὺς περὶ τὸ Λαζάριον τόπους. Στὰς οὖν προσηύξατο. Οἱ δὲ κλέψαντες νεώτεροι προφθάσαντες ἔσφαξαν αὐτό. Ἐν τῷ οὖν προσ εύξασθαι αὐτὸν μηδενὸς ὁμολογοῦντος, κεκρυμμένου τοῦ κρεαδίου ἐν τῷ ἀμπελῶνι, ποθὲν κόραξ ἐλθὼν ἐπέστη καὶ λαβὼν κόπαιον πάλιν ἀπέστη. Καὶ προσσχὼν ὁ μακάριος εὗρε τὸ θῦμα· καὶ οὕτω προσπεσόντες αὐτῷ οἱ νεώτεροι ὡμολόγησαν οἱ σφάξαντες αὐτό, ἀπαιτηθέντες τὸ ἄξιον τίμημα. 45 .tΠερὶ Φιλορώμου 45.1 [Περιετύχομεν ἐν Γαλατίᾳ καὶ συνεχρονίσαμεν μακρῷ χρόνῳ τῷ πρεσβυτέρῳ Φιλορώμῳ ἀνδρὶ ἀσκητικω τάτῳ καὶ καρτερικωτάτῳ· ὃς ὥρμητο μὲν ἐξ οἰκέτιδος μη τρὸς ἐλευθέρου δὲ πατρός· τοσαύτην δὲ εὐγένειαν εἰς τὴν κατὰ Χριστὸν ἐνεδείξατο πολιτείαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνικήτους ἐν γένει αἰδεῖσθαι αὐτοῦ τὴν ζωὴν καὶ τὴν ἀρετήν. Οὗτος ἀπετάξατο ἐν ταῖς ἡμέραις Ἰουλιανοῦ τοῦ δυσωνύμου βασιλέως, καὶ μετὰ παρρησίας διελέχθη τούτῳ. Ὃν ξυρισθῆ ναι ἐκέλευσε καὶ ὑπὸ παιδαρίων κοσσισθῆναι· ὃς ἐγκαρ τερήσας τῷ πράγματι, καὶ χάριτας αὐτῷ ὡμολόγησεν, ὡς αὐτὸς ἡμῖν διηγήσατο. 45.2 Τούτῳ ἐπέθετο ἐν προοιμίοις ὁ τῆς πορνείας πόλεμος καὶ τῆς γαστριμαργίας· ὃς τὸ πάθος ἐξήλασεν ἐγκλεισμῷ τε καὶ σιδηροφορίᾳ, καὶ ἀποχῇ σιτίνου ἄρτου καὶ πάντων