1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

38

ἐφόδια πρὸς τὸν ἴδιον οἱ φαῦλοι τρόπον. ἔστιν δὲ καὶ τοῖς ζῶσιν ὁσίως προεδρία, καὶ τοῖς πονηροῖς ὡς προσῆκ' ἐπιθυμία· χωρὶς προνοίας γίνεται γὰρ οὐδὲ ἕν. ὁπόσα τε καὶ ἄλλοι καὶ σχεδόν γε οἱ πλείους εἶπον περὶ θεοῦ καὶ προνοίας, ὁρᾶν ἔστιν πῶς ἀνακόλουθα ἀλλήλοις ἔφασαν· οἱ μὲν γὰρ τὸ ἐξόλου θεὸν καὶ πρόνοιαν εἶναι ἀνεῖλον, οἱ δ' αὖ συνέστησαν θεὸν καὶ πάντα προνοίᾳ διοικεῖσθαι ὡμολόγησαν. τὸν οὖν συνετὸν ἀκροατὴν καὶ ἀναγινώσκοντα προσέχειν ἀκριβῶς τοῖς λεγομένοις δεῖ, καθὼς καὶ ὁ Σιμύλος ἔφη· Κοινῶς ποιητὰς ἔθος ἐστὶν καλεῖν, καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς· ἔδει δὲ κρίνειν. καθάπερ ἐν τόπῳ τινι καὶ ὁ Φιλήμων· Χαλεπὸν ἀκροατὴς ἀσύνετος καθήμενος· ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται. χρὴ οὖν προσέχειν καὶ νοεῖν τὰ λεγόμενα κριτικῶς ἐξετάζοντα τὰ ὑπὸ τῶν φιλοσόφων καὶ τῶν λοιπῶν ποιητῶν εἰρημένα. Ἀρνούμενοι γὰρ θεοὺς εἶναι πάλιν ὁμολογοῦσιν αὐτοί, καὶ τούτους πράξεις ἀθέσμους ἐπιτελεῖν ἔφασαν. καὶ πρώτου γε ∆ιὸς οἱ ποιηταὶ εὐφωνότερον ᾄδουσι τὰς χαλεπὰς πράξεις. Χρύσιππος δέ, ὁ πολλὰ φλυαρήσας, πῶς οὐχὶ εὑρίσκεται σημαίνων τὴν Ἥραν στόματι μιαρῷ συγγίνεσθαι τῷ ∆ιΐ; τί γάρ μοι καταλέγειν τὰς ἀσελγείας τῆς μητρὸς θεῶν λεγομένης ἢ ∆ιὸς τοῦ Λατεαρίου διψῶντος αἵματος ἀνθρωπείου, ἢ Ἄττου τοῦ ἀποκοπτομένου, ἢ ὅτι ὁ Ζεὺς ὁ καλούμενος Τραγῳδός, κατακαύσας τὴν ἑαυτοῦ χεῖρα, ὥς φασιν, νῦν παρὰ Ῥωμαίοις θεὸς τιμᾶται; σιγῶ τὰ Ἀντινόου τεμένη καὶ τὰ τῶν λοιπῶν καλουμένων θεῶν. καὶ γὰρ ἱστορούμενα τοῖς συνετοῖς καταγέλωτα φέρει. Ἤτοι οὖν περὶ ἀθεότητος αὐτοὶ ὑπὸ τῶν ἰδίων δογμάτων ἐλέγχον- ται οἱ τὰ τοιαῦτα φιλοσοφήσαντες, ἢ καὶ περὶ πολυμιξίας καὶ ἀθέσμου κοινωνίας· ἔτι μὴν καὶ ἀνθρωποβορία παρ' αὐτοῖς εὑρίσκεται δι' ὧν συνέγραψαν γραφῶν, καὶ πρώτους γε οὓς τετιμήκασιν θεοὺς ταῦτα πεπραχότας ἀναγράφουσιν. Ἡμεῖς δὲ καὶ θεὸν ὁμολογοῦμεν, ἀλλ' ἕνα, τὸν κτίστην καὶ ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς κόσμου, καὶ προνοίᾳ τὰ πάντα διοικεῖσθαι ἐπιστάμεθα, ἀλλ' ὑπ' αὐτοῦ μόνου, καὶ νόμον ἅγιον μεμαθήκαμεν, ἀλλὰ νομοθέτην ἔχομεν τὸν ὄντως θεόν, ὃς καὶ διδάσκει ἡμᾶς δικαιοπραγεῖν καὶ εὐσεβεῖν καὶ καλοποιεῖν. Καὶ περὶ μὲν εὐσεβείας λέγει· Ὅὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω ἢ ὅσα ἐν τῇ γῇ κάτω ἢ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου." Περὶ δὲ τοῦ καλοποιεῖν ἔφη· "Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἵαν μακροχρόνιος ἔσῃ ἐπὶ τῆς