προσετάγη τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν. Ἱστορεῖ Ἰώσηπος ἐν ἐνάτῳ τῆς ἀρχαιολογίας τὸν Ἰωνᾶν καταποθέντα ἀπὸ τοῦ κήτους ἐν τῷ Εὐξείνῳ Πόντῳ μετὰ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐκβρασθῆναι ζῶντα. ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ. Ἰωὰς βασιλεὺς Ἰσραὴλ συμβαλὼν τῷ Ἀμεσσίᾳ εἰς πόλεμον αἰχμάλωτον αἱρεῖ τὸν Ἀμεσσίαν, καὶ τοῦ τείχους Ἱερουσαλὴμ καθεῖλεν υʹ πήχεις. ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. Προεφήτευον Ὡσηέ, Ἀμώς, Ἰωνᾶς καὶ Ναούμ. Ἀμὼς προφητεύων εἶπεν, Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου Ἰσραήλ, διότι ἰδοὺ στερεῶν οὐρανὸν καὶ κτίζων πᾶν πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἄνθρωπον τὸν λόγον αὐτοῦ. ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ. Ἀμεσσίας βασιλεὺς Ἰούδα ἀνῃρέθη ὑπὸ τῶν ἰδίων εἰς Λαχεῖς. Μετὰ Ἰηοὺ δέκατος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἰωαχὰζ ἔτη ιζʹ. ὁμοῦ ρμγʹ. αʹ, βʹ. 191 Ἀζαὴλ βασιλεὺς Συρίας ἠβουλήθη ἐπιστρατεῦσαι τῷ Ἰωὰς βασιλεῖ Ἰούδα. καὶ ἐπιστρατεύσας τῷ Ἰωάχαζ βασιλεῖ Ἰσραήλ, ἐν πρώτοις ἐξέθλιψεν αὐτὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. γʹ, δʹ, εʹ. Ἐλισσαῖος ὁ προφήτης μετήλλαξε τὸν βίον προφητεύσας ἔτη μʹ. ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ. Ἐν τῷ τάφῳ Ἐλισσαίου τοῦ προφήτου ῥιφεὶς ἐν τοῖς ὀστέοις αὐτοῦ νεκρός τις ἀπὸ τῶν μονοζώνων τῶν Μωαβιτῶν ἀνέζησε θεοῦ βουλήσει. Μετὰ Ἀμεσσίαν βασιλεὺς ιβʹ τῶν δύο φυλῶν Ἰούδα καὶ Βενιαμὴν Ὀζίας ὁ καὶ Ἀζαρίας υἱὸς αὐτοῦ ἔτη νβʹ. ὁμοῦ δψλγʹ. αʹ. Ὀζίας ὁ καὶ Ἀζαρίας υἱὸς Ἀμεσσίου καὶ Τελεχίας ὢν ἐτῶν ιϛʹ ἐβασίλευσεν. βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ. Προεφήτευον Ὡσηὲ υἱὸς Βεηρεί, Ἀμὼς καὶ Ἰωνᾶς ὁ τοῦ Ἀμαθεὶ ἐκ Γοφέρ. ιδʹ. Ὀζίας βασιλεὺς Ἰούδα πολέμῳ καθεῖλεν τὰ τείχη Γὲθ καὶ 192 Ἀζώτου καὶ Ἰαμνίας. ἐπολέμησε δὲ καὶ τοὺς Ἄραβας τοὺς κατοικοῦντας Πέτραν. ιεʹ, ιϛʹ. Ὀζίας ὁ καὶ Ἀζαρίας εἰσῆλθεν εἰς τὸ ἱερὸν τοῦ θεοῦ θυμιάσαι· κωλυθεὶς δὲ ὑπὸ Ἀζαρίου τοῦ ἱερέως, καὶ μὴ βουλόμενος ἀναχωρῆσαι, ἐλεπρώθη ὅλος παραχρῆμα, ὄντος ἀρχιερέως Ἀζαρίου. ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ. Πρῶτος Ἀμὼς ὁ προφήτης τὰ περὶ τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας θεσπίζει πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. κϛʹ, κζʹ. Σεισμὸς μέγας γέγονεν ἐν Ἱερουσαλὴμ καὶ ὅλῃ τῇ Ἰουδαίᾳ Ὀζίου τοῦ καὶ Ἀζαρίου βασιλέως Ἰούδα εἰσελθόντος εἰς τὸ ἁγίασμα τοῦ θυσιαστηρίου, καὶ λεπρωθέντος αὐτοῦ, ἐξεχύθη ἡ πιότης τοῦ θυσιαστηρίου, τοῦ σεισμοῦ γενομένου. κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ. Τούτῳ τῷ ἔτει Ἠσαΐας υἱὸς Ἀμὼς ἤρξατο προφητεύειν, καὶ Ὡσηὲ υἱὸς Βεηρεὶ καὶ Ναούμ. Ἠσαΐας προφητεύων εἶπεν, Ἰδοὺ κύριος ἔρχεται ἐπὶ νεφέλης κούφης. Ὡσηὲ εἶπεν προφητεύων, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. καὶ ἡ ἡμέρα 193 ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Ναοὺμ προεφήτευσε λέγων, Ἀνέβη ὁ ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενός σε ἐκ θλίψεως, σκόπευσον ὁδόν, κράτησον ὀσφύος, ἀνδρίζου τῇ ἰσχύϊ σφόδρα, διότι ἀπέστρεψε τὴν ὕβριν Ἰακώβ, καθὼς ὕβριν τοῦ Ἰσραήλ. μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ. Τὴν αʹ Ὀλυμπιάδα ὁ Ἀφρικανὸς κατὰ Ἰωαθὰμ Ἑβραίων τοῦ Ἰούδα βασιλέα συνάγει. καὶ ὁ ἡμέτερος δὲ κανὼν κατὰ τὸν αὐτὸν παρίστησιν. γράφει δὲ ὁ Ἀφρικανὸς ὧδε πρὸς λέξιν. Αἰσχύλος ὁ Ἀγαμήστορος ἦρξεν Ἀθηναίων διὰ βίου ἔτη κγʹ, ἐφ' οὗ Ἰωαθὰμ ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. Καὶ ὁ ἡμέτερος δὲ κανὼν λέγει, ἐπὶ τῆς πρώτης Ὀλυμπιάδος τὸν Ἰωαθὰμ βασιλέα Ἰούδα συνείληφεν. ναʹ ἔτει Ὀζίου τοῦ καὶ Ἀζαρίου βασιλέως Ἰούδα πρώτη Ὀλυμπιὰς ἐτέθη ὑπὸ Ἰφίτου, καθ' ἣν προεφήτευον Ἠσαΐας υἱὸς Ἀμώς, Ὡσηὲ ὁ τοῦ Βεηρεί, Ἰωὴλ ὁ τοῦ Βαθουήλ, Ὠδήδ, καὶ Μιχαίας ὁ Μορασθίτης. Ἡ πρώτη Ὀλυμπιὰς ἤχθη παρὰ τοῖς Ἕλλησιν, ἥτις ἐστὶν τετραετηρίς. 194 αʹ Ὀλυμπιάς. ναʹ. νβʹ. Καὶ οὗτος Ὀζίας ὁ καὶ Ἀζαρίας ποιήσας τὸ εὐθὲς ἐνώπιον κυρίου ἐτελεύτησεν. Μετὰ Ἰωάχαζ ιαʹ ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἰωὰς υἱὸς αὐτοῦ ἔτη ιϛʹ. ὁμοῦ ρνθʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ. Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐτροπώσατο τὸν