De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
δεξάμενος ἐπὶ τῆς γῆς προσκυνεῖ, καὶ φιλεῖ τοὺς πόδας τοῦ βασιλέως καὶ τὰ γόνατα, ὁμοίως καὶ τοῦ μικροῦ βασιλέως· καὶ μετὰ ταῦτα ἐξάγουσιν αὐτὸν οἱ πραιπόσιτοι εἰς τὸ βῆλον τὸ πρὸς τὸ ἀριστητήριον, ἤγουν ἔμπροσθεν τοῦ κοιτῶνος, κἀκεῖσε ἐνδύουσιν αὐτὸν τὸ τοιοῦτον ἱμάτιον, καὶ πάλιν εἰσάγουσιν αὐτὸν εἰς τὸν βασιλέα, καὶ πίπτων προσκυνεῖ καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ ἐπιδίδει αὐτὸν ὁ βασιλεὺς τὸ χρυσοπερίκλειστον μαντίον, καὶ περιβάλλεται αὐτὸ παρὰ τοῦ πραιποσίτου, καὶ πάλιν πίπτων προσκυνεῖ καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ. εἶτα ἐπιδίδωσιν αὐτὸν ὁ βασιλεὺς μαφόριον ὀξὺν πορφυροῦν, ἔχον δι' ὅλου χρυσοκέντητα ῥόδα δίκην λουπηναρίων. ἰστέον, ὅτι καὶ τὸ μαντίον καὶ τὸ μαφόριον ὁ πραιπόσιτος ἐπιδίδει τὸν βασιλέα. τὸ δὲ τοιοῦτον μαφόριον ἐν τῇ προβολῇ πρὸς ἅπαξ καὶ μόνον. οὐ περιβάλλεται δὲ οὔτε ἐν τῇ προελεύσει, οὔτε ἐν ἄλλῃ ᾗτινι ἂν οὖν ἡμέρᾳ. καὶ περιβάλλεται τὸ τοιοῦτο μαφόριον παρὰ τῶν πραιποσίτων ἀπὸ τῆς κεφαλῆς, ὥστε τὸ πᾶν αὐτοῦ σῶμα συγκαλύπτεσθαι ὑπὸ τοῦ τοιούτου μαφορίου. καὶ πάλιν πίπτων προσκυνεῖ καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ εἶθ' οὕτως ἐξάγουσιν 530 αὐτὸν οἱ πραιπόσιτοι διὰ τοῦ ὡρολογίου εἰς τὸν λαυσιακὸν, καὶ ἀπευχαριστεῖ πᾶσα ἡ σύγκλητος τὸν βασιλέα, καὶ ἀσπάζεται αὐτὸν, καὶ συγκαθέζεσθαι δεῖ αὐτὸν ἐν τῷ λαυσιακῷ τοῖς πραιποσίτοις ἐν τῇ ἰδίᾳ αὐτοῦ τάξει. ἰστέον, ὅτι ἀεὶ ὁ ῥαίκτωρ τοῖς πραιποσίτοις συγκαθέζεται ἐν τῇ προελεύσει τοῦ λαυσιακοῦ καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι.
ΚΕΦ. εʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ συγκέλλου. Κελεύει ὁ βασιλεὺς τῷ παραδυναστεύοντι, καὶ εἰσάγει τὸν ὀφειλόμενον προβληθῆναι σύγκελλον, καὶ ἅμα τῷ εἰσιέναι αὐτὸν προσκυνεῖ τὸν βασιλέα, εἶτα πλησιάζει τῷ βασιλεῖ, καὶ λέγει πρὸς αὐτὸν ὁ βασιλεὺς, ὅσα καὶ βούλεται. καὶ εἶθ' οὕτως λέγει· "ἐπὶ ὀνόματος πατρὸς, υἱοῦ καὶ ἁγίου πνεύματος προβάλλεταί σε ἡ ἐκ Θεοῦ βασιλεία ἡμῶν σύγκελλον." ὁ δὲ πίπτει, καὶ φιλεῖ τοὺς πόδας τοῦ μεγάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ παραδίδωσιν αὐτὸν ὁ βασιλεὺς κοιτωνίταις, καὶ ἀποστέλλει αὐτὸν πρὸς τὸν πατριάρχην, καὶ δηλοῖ αὐτὸν, ὡς ὅτι "ἡ βασιλεία ἡμῶν προεβάλετο τοῦτον σύγκελλον." ὁ δὲ πατριάρχης κατὰ τὸ εἰωθὸς ἀπευχαριστεῖ τὸν βασιλέα, καὶ εὐθέως σφραγίζει τὸν προβληθέντα σύγκε 531 λον, καὶ προσκαλεῖται τοὺς μητροπολίτας καὶ ἀρχιεπισκόπους τοὺς κατὰ τὸν τότε καιρὸν ἐνδημοῦντας τῇ πόλει, καὶ λέγει πρὸς αὐτούς· "ὁ βασιλεὺς ἡμῶν ὁ ἅγιος θεόθεν ὁδηγηθεὶς τοῦτον προεβάλετο σύγκελλον·" καὶ ἀπευχαριστῶσι πάντες καὶ ἐξέρχονται. εἶτα κελεύει ὁ πατριάρχης τεθῆναι σκαμνίον μικρὸν εἰς τὸ εὐώνυμον αὑτοῦ μέρος ἀποκοπτὸν τῶν σκάμνων τῶν μητροπολιτῶν. εἰ δὲ τύχῃ εἶναι ἕτερον σύγκελον, τίθεται τὸ τοιοῦτον σκαμνίον εἰς τὸ δεξιὸν μέρος ἀποκοπτόν. ἀεὶ γὰρ οἱ σύγκελοι προεισέρχονται τῶν μητροπολιτῶν εἰς τὸ πατριαρχεῖον καὶ καθέζονται ἀποκοπτοί. ἰστέον, ὅτι ἐν ταῖς μεγάλαις προελεύσεσιν οὐκ εἰς μικρὰ σκαμνία καθέζονται οἱ σύγκελοι, ἀλλ' ἐν τοῖς ἰδίοις σελλίοις, δηλονότι ἐν τοῖς τοῦ πατριάρχου σεκρέτοις, οὐχὶ δὲ τοῦ βασιλέως παρόντος. ἐπὶ γὰρ παρουσίᾳ βασιλέως κάτωθεν τῶν μαγίστρων καθέζονται ἐν τοῖς μακροσκαμνίοις. καὶ ἐν τῷ μέλλειν εἰσιέναι τοὺς μητροπολίτας τὴν τοῦ σεκρέτου πύλην, ἀνίστανται τῶν σκάμνων οἱ σύγκελοι, καὶ τῶν μητροπολιτῶν εἰσερχομένων, εὑρίσκουσιν αὐτοὺς ἐκεῖσε, καὶ κελεύει ὁ πατριάρχης καθεσθῆναι τοὺς συγκέλους. καὶ πάλιν εἰσέρχονται οἱ μητροπολῖται καὶ οἱ ἀρχιεπίσκοποι κατὰ τὸ εἰωθὸς τῇ ἐκκλησιαστικῇ καταστάσει. τῶν δὲ μητροπολιτῶν τὴν πύλην τοῦ σεκρέτου μελλόντων εἰσιέναι, ἀνίστανται ἀπὸ τῶν σκάμνων οἱ σύγκελλοι, καὶ ἵστανται· καὶ εἰσέρχονται πάντες, καὶ κελεύσει τοῦ πατριάρχου καθέζονται οἵ τε σύγκελοι καὶ οἱ μη 532 τροπολῖται, καὶ περί τινων ἐκκλησιαστικῶν ὑποθέσεων συναίρει λόγον ὁ πατριάρχης μετ' αὐτῶν, οἷα καὶ ὅσα βούλονται, καὶ μετὰ μικρὸν κελεύσει τοῦ πατριάρχου ἀνίστανται καὶ ἐξέρχονται πάντες.
39 ΚΕΦ.ς ϛʹ. Ὅσα δεῖ παραφυλάττειν, ὡς τανῦν ἐπιτελεῖται ἡ τοῦ ἁγίου καὶ