Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
Φιλομμάτην, 20ὁ δὲ ἀμηρᾶς μαινόμενος ἦν τῷ θυμῷ κατὰ τῆς Ῥωμαίων ἀρχῆς, δι' αἰτίας ἃς εἴπομεν, καὶ εὐθύς, ὡς εἶδεν αὐτούς, προστάξας ἐν εἱρκτῇ ἐζοφωμένῃ δε σμίους ἔθετο, καὶ ἀσφαλῶς τηρεῖσθαι κελεύσασ.
XXX. Περὶ δὲ τὰς ἀρχὰς τοῦ θέρους τῇ ὀγδόῃ τοῦ Ἰουνίου τῷ ʹλ-ῳ ἔτει, ἀποστείλας ὁ Ἀμουράτης διὰ τοῦ Μιχάλμπεη, καὶ ἀπέκλεισε τὴν Κωνσταντινούπολιν, πολιορκῶν αὐτήν. Καὶ τῇ ιε-ῃ τοῦ αὐτοῦ ἔφθα σε καὶ αὐτὸς ὁ ἀμηρᾶς μετὰ πλήθους στρατοῦ, ἔχων σὺν αὑτῷ καὶ τοὺς ἀποσταλέντας πρὸς αὐτὸν πρέσβεις δεσμίους. Καὶ τῇ κβ-ᾳ τοῦ Αὐγού 256 στου μηνὸς ἐπολέμησεν αὐτὴν δὴ τὴν πόλιν πολέμῳ καθολικῷ· καὶ τῇ ἕκτῃ τοῦ Σεπτεμβρίου μηνὸς τοῦ #22λα-ου ἔτους ἀπῆλθεν ἄπρακτος ἀπὸ τῆς Πόλεως θεοῦ βοηθείᾳ. Καὶ τῇ λ-ῇ τοῦ αὐτοῦ μηνὸς ἦλθεν ὁ Μουσταφόπουλος, ὁ τοῦ αὐ τοῦ Ἀμουράτη ἀδελφός, καὶ διελθὼν τὴν πόλιν ἔπεσεν ἔξω εἰς τὸν αὐ θεντικὸν περίβολον· καὶ ἐπὶ τὴν αὔριον τῇ α-ῃ τοῦ Ὀκτωβρίου ἦλθε προσκυνῆσαι τὸν βασιλέα καὶ τοὺς υἱοὺς αὐτοῦ. Καὶ τῇ αὐτῇ ἡμέρᾳ μετὰ τὸ ἄριστον ἐπῆλθε τῷ βασιλεῖ τὸ τῆς ἡμιπληξίας νόσημα· ὃν ἰδόν τες οἱ ἀπὸ τῆς Ἀσίας Τοῦρκοι ἔλεγον θαυμάζοντες, ὅτι ὅμοιος τῷ τῆς αὐτῶν πίστεως Μαχουμέτη ἐστὶ τῇ θεωρίᾳ, ὥς ποτε καὶ ὁ Μπαγιαζήτης ὁ καὶ ἐχθρὸς αὐτοῦ περὶ τούτου εἴρηκε· Καὶ ὅστις οὐκ οἶδε τὸν βασι λέα, ἀπὸ μόνης τῆς θεωρίας αὐτὸν λέξῃ, εἶναι βασιλέα. Ὁ δὲ Μουστα φόπουλος πλημμελήσας πλείσταις ἡμέραις ἐν τῇ Πόλει ἕνεκεν τοῦ τῷ βα σιλεῖ συμβάντος, τέλος ἀπῆλθε μέχρι τῆς Σηλυμβρίας καὶ μικρὸν δια τρίψας ἐκεῖσε, ἐπανέστρεψεν εἰς τὴν Πόλιν καὶ διελθὼν ἀπῆλθεν εἰς τὴν Προῦσαν. Τῷ δὲ ἔαρι τοῦ αὐτοῦ ἔτους ἐπῆλθε καὶ ἀδελφὸς αὐτοῦ κατ' αὐτοῦ εἰς τὴν Ἀσίαν· ἀπέκτεινεν αὐτὸν προδοσίᾳ τῶν ἰδίων αὐτοῦ.
XXXI. Τῷ δὲ Μαΐῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἑάλω τὸ Ἑξαμίλιον, ἤτοι ὁ τῆς Πελοποννήσου Ἰσθμός, ὑπὸ τοῦ Τουραχάνη καὶ πολλοὶ τῶν Ἀλβα-νιτῶν ἀπεκτάνθησαν. Καὶ τῷ θέρει τοῦ αὐτοῦ ἔτους ἔφυγεν ὁ αὐθεντόπουλος κὺρ ∆ημή τριος μετὰ Ἱλαρίωνος ∆όρια καὶ Γεωργίου Ἰζαοὺλ, γαμβροῦ τοῦ αὐτοῦ ∆όρια, καὶ ἀπῆλθον εἰς τὸν Γαλατᾶν, ἴνα ὑπάγωσι πρὸς τοὺς Τούρκους· καὶ πάλιν οὐκ ἀπῆλθον, ἀλλ' εἰς τὴν Οὐγγαρίαν. Καὶ τῇ ιε-ῃ τοῦ Νοεμβρίου τοῦ #22λβ-ου ἔτους, διέβη ὁ βασι λεὺς κὺρ Ἰωάννης εἰς τὴν Οὐγγαρίαν, ποιήσας δεσπότην τὸν ἀδελφὸν αὑτοῦ τὸν αὐθεντόπουλον τὸν κὺρ Κονσταντῖνον καὶ καταλείψας αὐτὸν εἰς τὴν Πόλιν ἀντ' αὑτοῦ. Τῇ δὲ κβ-ῃ τοῦ Φεβρουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐποιήσαμεν ὁρκωμοτικὸν ἀγάπης μετὰ τοῦ ἀμηρᾶ Ἀμουράτη καὶ τότε τοὺς πρέ σβεις ἠλευθέρωσε. Τότε οὖν αὖθις ἀπήλθομεν πρέσβεις, Λουκᾶς ὁ Νοταρᾶς ὁ καὶ ὕστερον μέγας δοὺξ γενόμενος καὶ ὁ Μελαχροινὸς Μα νουὴλ καὶ ἐγώ, δι' αἰτίας τοιαύτας, ὅτι ὁ μὲν Μελαχροινὸς Μανουὴλ καί ποτε προαπῆλθε πρὸς τὸν ἀμηρᾶν καὶ ἔγνω, ὅτι ἔμελλε γενηθῆναι ἡ ἀγά πη, ὁ δὲ Νοταρᾶς, ἴνα τελέσῃ αὐτὴν καλῶς, ὡς χρήσιμος καὶ καλός, ἐγὼ δὲ ὡς παρὰ τῆς ἁγίας δεσποίνης τῆς συγγενοῦς τοῦ ἀμηρᾶ ἐκ τῆς μητρὸς 258 αὐτοῦ ἀποσταλείς· καὶ εἴ τι ἂν δεήσῃ, γράψω καὶ διὰ ὑφειλτῶν γραμμάτων πρός τε τὸν γηραιὸν βασιλέα καὶ πρὸς τὸν υἱὸν αὐτοῦ, τὸν βασιλέα κὺρ Ἰωάννην εἰς τὴν Οὐγγαρίαν εὑρισκόμενον. Ἐν δὲ τῷ τέλει τοῦ Ὀκτωμβρίου τοῦ #22λγ-ου ἔτους ἐπανῆλθεν εἰς τὴν Πόλιν διὰ τοῦ μέρους τοῦ εἰς τὸν Ἴστρον ποταμὸν κατερχομένου ἐν χώρᾳ τινὶ Κελλίῳ ἐπονομαζομένῃ ὁ βασιλεὺς κὺρ Ἰωάννης, ἀπελθου σῶν τριήρεων ἀπὸ Κωνσταντινουπόλεως ἐκεῖσε· προέπεμψε γὰρ ἀπὸ Οὐγ γαρίας ἄνθρωπον ἀλλόγλωσσον καὶ ἀλλογενῆ τοῦ ἐλθεῖν διὰ ξηρᾶς μετὰ πιττακίου ὑφειλτοῦ· ὃς ἐλθὼν ἐζήτει ἰδεῖν τὸν βασιλέα, λέγων ὅτι ἀνάγκη αὐτῷ ἰδεῖν αὐτὸν καὶ ὁμιλῆσαι σὺν αὐτῷ. Τοῦτο λοιπὸν πῶς ἐδύνατο, τοιοῦτον ἄνθρωπον ἰδεῖν βασιλέα ἀσθενῆ, κατάκοιτος γὰρ ἦν· καὶ μόνος πρὸς μόνον ἤθελε συνᾶραι λόγον. Πολλῶν οὖν λόγων δαπανηθέντων ἐστά λησαν πρὸς τὸν ἄνθρωπον δύο τῶν συγκρήτων μοι καὶ εἶπον αὐτῷ· Ἢ εἰπέ, ὃ βούλῃ τῷ παρόντι, δείξαντες ἐμέ, ἢ ἄπελθε