39
κλοιοὺς καὶ δεσμὰ καὶ λιμὸν καὶ θάνατον καὶ μάχαιραν καὶ αἰχμαλωσίαν, ἐὰν μὴ αὐτῷ (14Β_168> δουλεύσωσιν, τοῖς δὲ ἑκουσίως δουλεύουσι μετὰ ἀνέσεως εἶναι ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὅτι δοῦλον αὐτὸν προσαγορεύει λέγων ἐγὼ δέδωκα πᾶσαν τὴν γῆν Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τῷ δούλῳ μου καὶ τὰ θηρία τοῦ ἀγροῦ δέδωκα δουλεύειν αὐτῷ; Τίς οὖν ἐστιν ἡ τοῦ διαβόλου δουλεία καὶ τίνα τὰ θηρία καὶ τίνα τὰ ἓξ εἴδη τῆς ἀπειλῆς καὶ τίνες οἱ βασιλεῖς τῶν ἐθνῶν καὶ ὁ βασιλεὺς Ἰούδα;
Ἀπόκρισις. Ὁ διάβολος καὶ ἐχθρός ἐστι τοῦ Θεοῦ καὶ ἐκδικητής· ἐχθρὸς μὲν ὅταν, ὡς
μισῶν αὐτόν, δοκῇ πως τὴν ὀλέθριον κεκτῆσθαι πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἀγάπην, τοῖς τῶν ἑκουσίων παθῶν τρόποις διὰ τῆς ἡδονῆς πείθων ἡμῶν τὴν προαίρεσιν τῶν αἰωνίων ἀγαθῶν προκρίνειν τὰ πρόσκαιρα, δι᾽ ὧν, κλέπτων ὅλην τῆς ψυχῆς τὴν ἔφεσιν, τῆς θείας ἡμᾶς παντελῶς ἀγάπης ἀφίστησιν, ἑκουσίους ἐχθροὺς ποιῶν τοῦ ποιήσαντος, ἐκδικητὴς δὲ ὅταν, γυμνώσας τὸ πρὸς ἡμᾶς μῖσος, ὡς ἤδη γενομένους αὐτῷ διὰ τὴν ἁμαρτίαν ὑποχειρίους, ἐξαιτῆται τὴν καθ᾽ ἡμῶν τιμωρίαν. Οὐδὲν γὰρ οὕτω φίλον τῷ διαβόλῳ καθέστηκεν ὡς ἄνθρωπος τιμωρούμενος. Τοῦτο δὲ συγχωρηθείς, τὰς ἐπαλλήλους ἐπινοῶν τῶν ἀκουσίων παθῶν ἐπαγωγὰς λαίλαπος δίκην ἀπηνῶς ἐπιφέρεται τοῖς καθ᾽ ὧν ἐκομίσατο συγχωρήσει Θεοῦ τὴν ἐξουσίαν, οὐ τὸ πρόσταγμα τὸ θεῖον ἐκπληρῶσαι βουλόμενος, ἀλλὰ τὸ οἰκεῖον τοῦ καθ᾽ ἡμῶν μίσους διαθρέψαι πάθος ἐπιθυμῶν, ἵνα τῷ πολλῷ βάρει τῶν ὀδυνηρῶν συμφορῶν ἡ ψυχὴ δι᾽ ἀτονίαν ὀκλάσασα τῆς θείας ἐλπίδος ἑαυτῆς περικόψῃ τὴν δύναμιν, ἀντὶ νουθεσίας ἀθεΐας αἰτίαν ποιουμένη τὴν τῶν ἀλγεινῶς συμβαινόντων ἐπαγωγήν.
(14Β_170> Ἀγαθὸς γὰρ ὑπάρχων ὁ Θεὸς καὶ θέλων ἡμῶν ἐκτίλαι παντελῶς τὸ τῆς κακίας σπέρμα, τὴν ἡδονὴν τὴν τὸν νοῦν τῆς θείας ἀποσυλοῦσαν ἀγάπης, συγχωρεῖ τῷ διαβόλῳ πόνους ἡμῖν καὶ τιμωρίας ἐπαγαγεῖν, κατὰ ταὐτὸν καὶ τῆς προλαβούσης ἡδονῆς τὸν ἰὸν διὰ τῶν πόνων τῆς ψυχῆς ἀποξέων καὶ πρὸς τὰ παρόντα καὶ μόνην τὴν αἴσθησιν σαίνοντα μῖσος ἡμῖν καὶ τελείαν ἀποδιάθεσιν, ὡς μηδὲν τιμωρίας πλέον εἰς κέρδος κεκτημένα κατὰ τὴν χρῆσιν, ἐμποιῆσαι βουλόμενος καὶ τὴν ἐκείνου τιμωρὸν δύναμιν καὶ μισάνθρωπον τῆς πρὸς ἀρετὴν ἐπαναγωγῆς περιστατικὴν αἰτίαν ποιήσασθαι τῶν αὐτῆς ἑκουσίως ἀπολισθησάντων.
Ὡς οὖν κατὰ συγχώρησιν τιμωρούμενος τοὺς ἁμαρτάνοντας ὁ διάβολος τοῦ Θεοῦ κέκληται δοῦλος, ἀποστάτης ὢν καὶ λῃστὴς πονηρός, καὶ τοῖς ἑκουσίως διὰ τῆς ἡδονῆς ἀφισταμένοις τοῦ Θεοῦ τὴν γνώμην ἔχων πάνυ κατάλληλον πρέπον γάρ ἐστι καὶ δίκαιον ὑπὸ τοῦ διαβόλου κολάζεσθαι τοὺς τὰς αὐτοῦ πονηρὰς ὑποθήκας τῶν ἑκουσίων ἁμαρτημάτων ἡδέως δεξαμένους, οὕτω μὲν οὖν καὶ ἡδονῆς ἐστι διὰ τῶν ἑκουσίων παθῶν σπορεὺς ὁ διάβολος καὶ ὀδύνης διὰ τῶν ἀκουσίων ἐπαγωγεύς.
Ὅταν οὖν οἱ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ οἰκοῦντες, τουτέστι τὴν πρακτικὴν ἕξιν ἢ τὴν θεωρητικὴν ἀπειληφότες ἐπιστήμην, πρὸς τὴν ἀνθρώπων ταύτας μετέρχωνται δόξαν, ἤθη μὲν ἀρετῶν τῷ φαινομένῳ τρόπῳ σκιαγραφοῦντες, λόγους δὲ σοφίας καὶ γνώσεως μόνον λαλοῦντες δίχα τῶν κατὰ δικαιοσύνην ἔργων, καὶ τὸν ὡς ἐπ᾽ ἀρετῇ καὶ γνώσει τοῖς ἄλλοις ἐπιδείκνυνται τῦφον, εἰκότως τοῖς πρέπουσι παραδίδονται πόνοις, διὰ τοῦ πάσχειν τὴν ἀγνοηθεῖσαν αὐτοῖς ἐκ τῆς ματαίας οἰήσεως ταπεινοφροσύνην μεταμανθάνοντες· ὅπερ εἰδὼς καὶ ὁ θαυμαστὸς ἀπόστολος, παρέδωκε τῷ σατανᾷ τὸν παρανομήσαντα Κορίνθιον εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. ∆ιὰ τοῦτο τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ (14Β_172> ὁ βασιλεὺς παραδίδοται τῷ βασιλεῖ τῶν Ἀσσυρίων, τουτέστιν ὁ θεωρητικὸς νοῦς καὶ γνωστικὸς πρὸς τιμωρίαν ἐκδίδοται τῷ διαβόλῳ, πόνους αὐτῷ δικαίως ἐπάγοντι καὶ συμφοράς, ἵνα μάθῃ πάσχων περὶ καρτερίας μᾶλλον καὶ πόνων ὑπομονῆς φιλοσοφεῖν ἢ διακενῆς τοῖς οὐκ οὖσιν ὑπερηφάνως ἐμματαιάζειν.